pseudo-lucianus
ὁ γρυπὸς Νίκων ὀσφραίνεται οἴνου ἄριστα,
οὐ δύναται δ᾽ εἰπεῖν οἷος ἂν ᾖ ταχέως. [p. 266]
ἐν τρισὶν ὥραις γὰρ θεριναῖς μόλις αἰσθάνετ᾽ αὐτὸς,
ὡς ἂν ἔχων πηχῶν ῥῖνα διακοσίων.
ὦ μεγάλου μυκτῆρος: ὅταν ποταμὸν διαβαίνῃ,
θηρεύει τούτῳ πολλάκις ἰχθύδια.