polemon i
ἡ πτωχῶν χαρίεσσα πανοπλίη ἀρτολάγυνος
αὕτη, καὶ δροσερῶν ἐκ πετάλων στέφανος, [p. 88]
καὶ τοῦτο φθιμένοιο προάστιον ἱερὸν ὀστεῦν
ἐγκεφάλου, ψυχῆς φρούριον ἀκρότατον.
‘ πῖνε,’ λέγει τὸ γλύμμα,
καὶ ἔσθιε καὶ περίκεισο
ἄνθεα: τοιοῦτοι γινόμεθ᾽ ἐξαπίνης.