pollianus
εἰ μὴ χαίρω, Φλῶρε, γενοίμην δάκτυλος ἢ ποὺς
εἷς τῶν σῶν τούτων τῶν κατατεινομένων.
χαίρω, νὴ τὸν κλῆρον, ὃν εὐκλήρησας ἐν ἄθλοις,
ὡς περὶ χοιρείας τοῦ στεφάνου μερίδος.
τοιγὰρ θάρσει, Φλῶρε, καὶ εὔθυμος πάλι γίνου:
οὕτω νικῆσαι καὶ δόλιχον δύνασαι.