pseudo-lucianus
τὸν πατρικὸν πλοῦτον νέος ὢν Θήρων ὁ Μενίππου
αἰσχρῶς εἰς ἀκρατεῖς ἐξέχεεν δαπάνας:
ἀλλά μιν Εὐκτήμων, πατρικὸς φίλος, ὡς ἐνόησεν
ἤδη καρφαλέῃ τειρόμενον πενίῃ,
καί μιν δακρυχέων ἀνελάμβανε, καὶ πόσιν αὐτὸν
θῆκε θυγατρὸς ἑῆς, πόλλ᾽ ἐπὶ μείλια δούς.
αὐτάρ ἐπεὶ Θήρωνα περὶ φρένας ἤλυθε πλοῦτος,
αὐτίκα ταῖς αὐταῖς ἐτρέφετ᾽ ἐν δαπάναις,
γαστρὶ χαριζόμενος πᾶσαν χάριν οὐ κατὰ κόσμον,
τῇ θ᾽ ὑπὸ τὴν μιαρὰν γαστέρα μαργοσύνῃ.
οὕτως μὲν Θήρωνα τὸ δεύτερον ἀμφεκάλυψεν
οὐλομένης πενίης κῦμα παλιρρόθιον.
Εὐκτήμων δ᾽ ἐδάκρυσε τὸ δεύτερον, οὐκέτι κεῖνον,
ἀλλὰ θυγατρὸς ἑῆς προῖκά τε καὶ θάλαμον.
ἔγνω δ᾽ ὡς οὐκ ἔστι κακῶς κεχρημένον ἄνδρα
τοῖς ἰδίοις εἶναι πιστὸν ἐν ἀλλοτρίοις.