philippus
ὅτ᾽ ἐξ ἀήτου Λίβυος, ἐκ ζαοῦς Νότου;
συνεζοφώθη πόντος, ἐκ δὲ νειάτων
μυχῶν βυθῖτις ψάμμος ἐξηρεύγετο,
ἱστὸς δὲ πᾶς ὤλισθεν εἰς ἁλὸς πτύχας,
φορτὶς δ᾽ ἐσύρετ᾽ ἐς ἀίδαν πλανωμένη,
ἀρωγοναύτας δαίμονας Λυσίστρατος
ἐλιπάρησεν οἱ δὲ τῷ νεωκόρῳ
μούνῳ θάλασσαν ἀγρίαν ἐκοίμισαν,