marcus argentarius
ὄρνι, τί μοι φίλον ὕπνον ἀφήρπασας; ἡδὺ δὲ Πύρρης
εἴδωλον κοίτης ᾤχετ᾽ ἀποπτάμενον.
ἢ τάδε θρέπτρα τίνεις, ὅτι θῆκά σε, δύσμορε, πάσης
ᾠοτόκου κραίνειν ἐν μεγάροις ἀγέλης;
ναὶ βωμὸν καὶ σκῆπτρα Σαράπιδος, οὐκέτι νυκτὸς
φθέγξεαι, ἀλλ᾽ ἕξεις βωμὸν ὃν ὠμόσαμεν. [p. 154]