gregorius nazianzenus
εἰς τὸν αὐτόνχεὶρ τάδε Γρηγορίοιο: κάσιν ποθέων τὸν ἄριστον,
κηρύσσω θνητοῖς τόνδε βίον στυγέειν.
Καισαρίῳ τίς κάλλος ὁμοίιος; ἢ τίς ἁπάντων
τόσσος ἐὼν τόσσης εἷλε κλέος σοφίης;
οὔτις ἐπιχθονίων ἀλλ᾽ ἔπτατο ἐκ βιότοιο
ὡς ῥόδον ἐξ ἀνθέων, ὡς δρόσος ἐκ πετάλων.