gregorius nazianzenus
παρὰ τῶν γονέωνἀσπάσιοι χθόνα τήνδε φίλαις ὑπὸ χείρεσι παιδὸς
ἑσσάμεθ᾽ εὐσεβέος Γρηγορίου τοκέες:
ὃς καὶ γῆρας ἔθηκεν ἑοῖς μόχθοισιν ἐλαφρὸν
ἡμέτερον, καὶ νῦν ἀμφιέπει θυσίαις.
ἄμπνεε γηροκόμων καμάτων, μέγα φέρτατε παίδων
Γρηγόρι᾽, εὐαγέας Μάρτυσι παρθέμενος
σοὺς τοκέας: μισθὸς δὲ μέγαν Πατέρ᾽ ἵλαον εἶναι,
πνευματικῶν τε τυχεῖν εὐσεβέων τεκέων.