antipater
δύσμορε Νικάνωρ, πολιῷ μεμαραμμένε πόντῳ,
κεῖσαι δὴ ξείνῃ γυμνὸς ἐπ᾽ ἠιόνι,
ἢ σύ γε πρὸς πέτρῃσι: τὰ δ᾽ ὄλβια κεῖνα μέλαθρα
φροῦδα καὶ ἡ> πάσης ἐλπὶς ὄλωλε Τύρου.
οὐδὲ τί σε κτεάνων ἐρρύσατο: φεῦ, ἐλεεινέ,
ὤλεο μοχθήσας ἰχθύσι καὶ πελάγει.