archias
οὐκέτι παφλάζοντα διαΐσσων βυθὸν ἅλμης
δελφίς, πτοιήσεις εἰναλίων ἀγέλας,
οὐδὲ πολυτρήτοιο μέλος καλάμοιο χορεύων
ὑγρὸν ἀναρρίψεις ἅλμα παρὰ σκαφίσιν
οὐδὲ σὺ γ᾽, ἀφρηστά, Νηρηίδας ὡς πρὶν ἀείρων
νώτοις πορθμεύσεις Τηθύος εἰς πέρατα.
ἦ γὰρ ἴσον; πρηῶνι Μαλείης ὡς ἐκυκήθη,
κῦμα πολυψάμμους ὦσέ ς1᾽ ἐπὶ ψαμάθους. [p. 122]