antipater
Αὐσονίη με Λίβυσσαν ἔχει κόνις, ἄγχι δὲ Ῥώμης
κεῖμαι παρθενικὴ τῇδε παρὰ ψαμάθῳ:
ἡ δέ με θρεψαμένη Πομπηίη ἀντὶ θυγατρός,
κλαυσαμένη τύμβῳ θῆκεν ἐλευθερίῳ,
πῦρ ἕτερον σπεύδουσα: τὸ δ᾽ ἔφθασεν, οὐδὲ κατ᾽ εὐχὴν
ἡμετέραν ἧψεν λαμπάδα Περσεφόνη. [p. 106]