anonymi epigrammatici
εἰς Μάρκελλον τὸν Σιδίτην ἰατρόνΜαρκέλλου τόδε σῆμα περικλυτοῦ ἰητῆρος,
φωτὸς κυδίστοιο τετιμένου ἀθανάτοισιν,
οὗ βίβλους ἀνέθηκεν ἐυκτιμένῃ ἐνὶ Ῥώμῃ
Ἀδριανός προτέρων προφερέστερος ἡγεμονήων,
καὶ πάις Ἀδριανοῖο μέγ᾽ ἔξοχος Ἀντωνῖνος, [p. 90]
ὄφρα καὶ ἐσσομένοισι μετ᾽ ἀνδράσι κῦδος ἄροιτο
εἵνεκεν εὐεπίης, τὴν οἱ πόρε Φοῖβος Ἀπόλλων,
ἡρῴῳ μέλψαντι μέτρῳ θεραπήια νούσων
βίβλοις ἐν πινυταῖς Χειρωνίσι τεσσαράκοντα.