previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[7] τὴν δὴ τοσαύτην εὔνοιαν αὐτῶν καὶ τὴν ἐν τοῖς δεινοῖς κοινωνίαν καὶ τὸ πιστὸν καὶ φιλέταιρον [p. 114] καὶ τὸ ἀληθὲς καὶ βέβαιον τοῦ πρὸς ἀλλήλους ἔρωτος, οὐκ ἀνθρώπινα ταῦτα ᾠήθημεν εἶναι, ἀλλά τινος γνώμης βελτίονος κατὰ τοὺς πολλοὺς τούτους ἀνθρώπους, οἳ μέχρι μὲν κατ᾽ οὖρον πλοῦς εἴη τοῖς φίλοις,^ ἀγανακτοῦσιν εἰ μὴ ἐπ᾽ ἴσης κοινωνήσουσιν τῶν ἡδέων, εἰ δέ τι καὶ μικρὸν ^ ἀντιπνεύσειεν ^ αὐτοῖς, οἴχονται μόνους τοῖς κινδύνοις ἀπολιπόντες. καὶ γὰρ οὖν καὶ τόδε ὅπως εἰδῇς, οὐδὲν Σκύθαι φιλίας μεῖζον οἴονται εἶναι, οὐδὲ ἔστιν ἐφ᾽ ὅτῳ ἄν τις Σκύθης μᾶλλον σεμνύναιτο ἐπὶ τῷ συμπονῆσαι φίλῳ ἀνδρὶ καὶ κοινωνῆσαι τῶν δεινῶν, ὥσπερ οὐδὲν ὄνειδος μεῖζον παρ᾽ ἡμῖν τοῦ προδότην φιλίας γεγενῆσθαι δοκεῖν. διὰ ταῦτα Ὀρέστην καὶ Πυλάδην τιμῶμεν, ἀρίστους γενομένους τὰ Σκυθῶν ἀγαθὰ καὶ ἐν φιλίᾳ διενεγκόντας, πρῶτον ἡμεῖς ἁπάντων θαυμάζομεν, καὶ τοὔνομα ἐπὶ τούτοις αὐτῶν ἐθέμεθα Κοράκους ^ καλεῖσθαι: τοῦτο δέ ἐστιν ἐν τῇ ἡμετέρᾳ φωνῇ ὥσπερ ἂν εἴ τις λέγοιφίλιοι δαίμονες.’

Μνήσιππος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: