Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[53]
τοῦ δρόμου, μικρὸν ἐπιστὰς ἀποθνήσκει, ὁ δὲ Μακέντης ἐγχειρίσας τὴν Μαζαίαν τῷ Ἀρσακόμᾳ,
‘δέδεξο εἶπεν, ‘καὶ παρ᾽ ἐμοῦ τὴν ὑπόσχεσιν.’ Τοῦ δὲ πρὸς τὸ ἀνέλπιστον τοῦ θεάματος καταπλαγέντος καὶ χάριν ὁμολογοῦντος, ‘ παῦε,’ ἔφη ὁ Μακέντης, ‘ ἄλλον με ποιῶν σεαυτοῦ:’
τὸ γάρ χάριν ἐμοὶ ὁμολογεῖν ἐφ᾽ οἷς ἔπραξα τούτοις τοιόνδε ἐστὶν ὥσπερ ἂν εἰ ἡ ἀριστερά μου χάριν εἰδείη τῇ δεξιᾷ διότι τρωθεῖσάν ποτε αὐτὴν ἐθεράπευσε καὶ φιλοφρόνως ἐπεμελήθη καμνούσης. γελοῖα τοίνυν καὶ ἡμεῖς ἂν ποιοῖμεν
εἰ πάλαι ἀναμιχθέντες καὶ ὡς οἷόν τε ἦν εἰς ἕνα
συνελθόντες ἔτι μέγα νομίζοιμεν εἶναι εἰ τό μέρος ἡμῶν ἔπραξέ τι χρηστὸν ὑπὲρ ὅλου τοῦ σώματος:
[p. 190]
ὑπὲρ αὑτοῦ γὰρ ἔπραττεν, μέρος ὂν τοῦ ὅλου εὖ πάσχοντος.’ Οὕτως μὲν ὁ Μακέντης ἔφη τῷ Ἀρσακόμᾳ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.