Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[31]
ταῦτ᾽ εἰπόντος ἀνεβόησαν οἱ περιεστῶτες
ἅπαντες, ‘ἤδη καιέσθωσαν ἄξιοι τοῦ πυρός.’ καὶ
ὁ μὲν κατέβη γελῶν, ‘ Νέστορα δ᾽ οὐκ ἔλαθεν ἰαχή,’ τὸν Θεαγένη, ἀλλ᾽ ὡς ἤκουσεν τῆς βοῆς,
ἧκεν εὐθὺς καὶ ἀναβὰς ἐκεκράγει καὶ μυρία κακὰ
[p. 36]
διεξῄει περὶ τοῦ καταβεβηκότος: οὐ γάρ οἶδα ὅστις ἐκεῖνος ὁ βέλτιστος ἐκαλεῖτο. ἐγὼ δὲ ἀφεὶς αὐτὸν διαρρηγνύμενον ἀπῄειν ὀψόμενος τοὺς ἀθλητάς: ἤδη γὰρ οἱ Ἑλλανοδίκαι ἐλέγοντο εἶναι
ἐν τῷ Πλεθρίῳ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.