previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[6] ἄλλοι δὲ πενίαν μὲν αὐτὴν οὐκ ἂν. φοβηθῆναι οὐδὲ καταπλαγῆναί φασιν, εἰ ἐδύναντο τοῖς ἄλλοις ὁμοίως πονοῦντες ἐκπορίζειν τὰ ἄλφιτα, νῦν δέ, πεπονηκέναι γὰρ αὐτοῖς τὰ σώματα ὑπὸ γήρως ὑπὸ νόσων, ἐπὶ τήνδε ῥᾴστην οὖσαν τὴν μισθοφορὰν ἀπηντηκέναι. φέρ᾽ οὖν ἴδωμεν εἰ ἀληθῆ λέγουσιν καὶ ἐκ τοῦ ῥᾴστου, μὴ πολλὰ μηδὲ πλείω τῶν ἄλλων πονοῦσι, περιγίγνεται αὐτοῖς τὰ διδόμενα: εὐχῇ γὰρ ἂν ἐοικότα εἴη ταῦτά γε, μὴ [p. 424] πονήσαντα μηδὲ καμόντα ἕτοιμον ἀργύριον λαβεῖν. τὸ δ᾽ ἐστὶ καὶ ῥηθῆναι κατ᾽ ἀξίαν ἀδύνατον τοσαῦτα πονοῦσιν καὶ κάμνουσιν ἐν ταῖς συνουσίαις, ὥστε πλείονος ἐνταῦθα καὶ ἐπὶ τοῦτο μάλιστα τῆς ὑγιείας δεῖσθαι, μυρίων ὄντων ὁσημέραι τῶν ἐπιτριβόντων τὸ σῶμα καὶ πρὸς ἐσχάτην ἀπόγνωσιν καταπονούντων. λέξομεν δὲ αὐτὰ ἐν τῷ προσήκοντι καιρῷ, ἐπειδὰν καὶ τὰς ἄλλας αὐτῶν δυσχερείας διεξίωμεν: τὸ δὲ νῦν εἶναι ἱκανὸν ἦν ὑποδεῖξαι ὡς οὐδ᾽ οἱ διὰ ταύτην λέγοντες αὑτοὺς ἀποδίδοσθαι τὴν πρόφασιν ἀληθεύοιεν ἄν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: