previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[8] καὶ μὴν οὐδὲ τοιοῦτὸν τί ἐστιν παρασιτικὴ ὁποῖον τὸ κάλλος καὶ ἰσχύς, ὥστε τέχνην μὲν μὴ δοκεῖν αὐτήν, δύναμιν δέ τινα τοιαύτην. [p. 252]

Τυχιάδης
ἀληθῆ λέγεις.

Σίμων
ἀλλὰ μέντοι οὐδὲ ἀτεχνία ἐστὶν γὰρ ἀτεχνία οὐδέποτε οὐδὲν κατορθοῖ τῷ κεκτημένῳ. φέρε γάρ, εἰ ἐπιτρέψειας ^ σὺ σεαυτῷ ναῦν ἐν θαλάττῃ καὶ χειμῶνι μὴ ἐπιστάμενος κυβερνᾶν, σωθείης ἄν; ^

Τυχιάδης
οὐδαμῶς.^

Σίμων
τί δ᾽, εἰ ἵππους ἐπιτραφθείη τις μὴ ἐπιστάμενος ἠνιοχεῖν;^

Τυχιάδης
%2οὐδ᾽ οὗτος.

Σίμων
τί δή ποτε, τῷ μὴ ἔχειν τέχνην, δι᾽ ἧς δυνήσεται σώζειν ἑαυτόν;

Τυχιάδης
καὶ μάλα.

Σίμων
οὐκοῦν καὶ παράσιτος ὑπὸ τῆς παρασιτικῆς, εἴπερ ἦν ἀτεχνία, οὐκ ἂν ἐσώζετο;

Τυχιάδης
ναί.

Σίμων
οὐκοῦν τέχνῃ σώζεται, ἀτεχνίᾳ δὲ οὔ;

Τυχιάδης
πάνυ μὲν οὖν. [p. 254]

Σίμων
τέχνη ἄρα ἐστὶν παρασιτική.

Τυχιάδης
τέχνη, ὡς ἔοικεν.

Σίμων
καὶ μὴν κυβερνήτας μὲν ἀγαθοὺς ναυαγίᾳ περιπεσόντας ^ καὶ ἡνιόχους τεχνίτας ἐκπεσόντας τῶν δίφρων οἶδα ἐγὼ πολλάκις, καὶ τοὺς μὲν συντριβέντας, τοὺς δὲ καὶ πάμπαν διαφθαρέντας, παρασίτου δὲ ναυάγιον οὐδὲ εἷς ἔχοι τοιοῦτον εἰπεῖν. οὐκοῦν εἰ μήτε ἀτεχνία ἐστὶν παρασιτικὴ μήτε δύναμις, σύστημα δέ τι ἐκ καταλήψεων γεγυμνασμένων, τέχνη δῆλον ὅτι διωμολόγηται ἡμῖν σήμερον.

Τυχιάδης

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: