Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[61]
φέρε δὴ πάλιν ἀπόκριναί μοι, πότερόν σοι δοκεῖ
διαφέρειν, καὶ προκειμένων ἀμφοῖν πότερον ἂν
αὐτὸς ἕλοιο, ἆρά γε τὸ πλεῖν ἢ τὸ παραπλεῖν;
Τυχιάδης
τὸ παραπλεῖν ἔγωγε. [p. 316] Σίμων
τί δέ, τὸ τρέχειν ἢ τὸ παρατρέχειν; Τυχιάδης
- Τὸ παρατρέχειν. Σίμων
τί δέ, τὸ ἱππεύειν ἢ τὸ παριππεύειν; Τυχιάδης
τὸ παριππεύειν. Σίμων
τί δέ, τὸ ἀκοντίζειν ἢ τὸ παρακοντίζειν; Τυχιάδης
τὸ παρακοντίζειν. Σίμων
οὐκοῦν ὁμοίως ἂν ἕλοιο καὶ τοῦ ἐσθίειν μᾶλλον τὸ παρασιτεῖν; Τυχιάδης
ὁμολογεῖν ἀνάγκη. καί σοι λοιπὸν ὥσπερ οἱ παῖδες ἀφίξομαι καὶ ἑῷος καὶ μετ᾽ ἄριστον μαθησόμενος τὴν τέχνην. σὺ δέ με αὐτὴν δίκαιος διδάσκειν ἀφθόνως, ἐπεὶ καὶ πρῶτος μαθητής σοι γίγνομαι. φασὶ δὲ καὶ τὰς μητέρας μᾶλλον τὰ πρῶτα φιλεῖν τῶν τέκνων.

This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.