previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[3] ἀλλὰ σὺ μὲν ὅπως χαίρεις καλούμενος, οὐδὲν μικρόν μοι μέλει: σκοπεῖν δὲ δεῖ καὶ τὴν ἄλλην ἀτοπίαν.

Σίμων
τίνα μήν;

Τυχιάδης
εἰ καὶ ταύτην ταῖς ἄλλαις τέχναις ἐγκαταλέξομεν, ὥστε ἐπειδὰν πυνθάνηταί τις, ὁποία τις αὕτη τέχνη ἐστί, λέγειν, οἷον γραμματικὴ ^ ἰατρική, παρασιτική.

Σίμων
ἐγὼ μέν, Τυχιάδη, πολὺ μᾶλλον ταύτην τινα ἑτέραν τέχνην φαίην ἄν. εἰ δέ σοι φίλον ἀκούειν, καὶ ὅπως οἴομαι λέγοιμι ἄν, καίπερ οὐ παντάπασιν ὤν, ὡς ἔφθην εἰπών, ἐπὶ τοῦτο παρεσκευασμένος.

Τυχιάδης
οὐθέν, εἰ καὶ σμικρὰ λέγοις ἀληθῆ δέ, διοίσει.

Σίμων
ἴθι δὴ πρῶτον, εἴ σοι δοκεῖ, περὶ τῆς τέχνης, ἥτις ποτὲ οὖσα τυγχάνει τῷ γένει, σκοπῶμεν οὑτωσὶ γὰρ ἐπακολουθήσαιμεν ἂν καὶ ταῖς κατ᾽ εἶδος τέχναις, εἴπερ ἄρα ὀρθῶς μετέχοιεν ^ αὐτῆς. [p. 246]

Τυχιάδης
τί ποτ᾽ οὖν ἐστιν τέχνη; πάντως ἐπίστασαι.

Σίμων
πάνυ μὲν οὖν;

Τυχιάδης
μὴ τοίνυν ὄκνει λέγειν αὐτήν, εἴπερ οἶσθα.

Σίμων

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: