previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[2] κᾆτα εἰ μὴ μαίνοιτό τις, Σίμων, τέχνην ταύτην φαίη ἄν;

Σίμων
ἔγωγε: εἰ δέ σοι μαίνεσθαι δοκῶ, τοῦ μηδεμίαν ἄλλην ἐπίστασθαι τέχνην αἰτίαν εἶναί μοι τὴν μανίαν δόκει καί με τῶν ἐγκλημάτων ἤδη ἀφίει. φασὶ γὰρ τὴν δαίμονα ταύτην τά μὲν ἄλλα χαλεπὴν εἶναι τοῖς ἔχουσι, παραιτεῖσθαι δὲ τῶν ἁμαρτημάτων αὐτοὺς ὥσπερ διδάσκαλον παιδαγωγὸν τούτων ἀναδεχομένην εἰς αὑτὴν τὰς αἰτίας.

Τυχιάδης
οὐκοῦν, Σίμων, παρασιτικὴ τέχνη ἐστί; [p. 242]

Σίμων
τέχνη γάρ, κἀγὼ ταύτης δημιουργός.

Τυχιάδης
καὶ σὺ ἄρα παράσιτος;

Σίμων
πάνυ ὠνείδισας, Τυχιάδη.

Τυχιάδης
ἀλλ᾽ οὐκ ἐρυθριᾷς παράσιτον σαυτὸν καλῶν;

Σίμων
οὐδαμῶς: αἰσχυνοίμην γὰρ ἄν, εἰ μὴ λέγοιμι.

Τυχιάδης
καὶ νὴ Δία ὁπόταν σε βουλώμεθα γνωρίζειν τῶν οὐκ ἐπισταμένων τῳ, ὅτε χρῄζοι μαθεῖν, παράσιτος δῆλον ὅτι φήσομεν εὖ λέγοντες; ^

Σίμων
πολὺ μᾶλλον τοῦτο λέγοντες ἐμὲ Φειδίαν ἀγαλματοποιὸν χαίρω γὰρ τῇ τέχνῃ οὐδέν τι ἧττον Φειδίας ἔχαιρε τῷ Διί.

Τυχιάδης
καὶ μὴν ἐκεῖνό μοι σκοποῦντι προοῖσται γέλως πάμπολυς.

Σίμων
τὸ ποῖον;

Τυχιάδης
εἴ γε καὶ ^ ταῖς ἐπιστολαῖς ἄνωθεν ὥσπερ ἔθος ἐπιγράφοιμεν, Σίμωνι παρασίτῳ. [p. 244]

Σίμων
καὶ μὴν ἂν ἐμοὶ μᾶλλον χαρίζοιο Δίωνι ἐπιγράφων φιλοσόφῳ.

Τυχιάδης

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: