This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
τοὺς δ᾽ αὖ Αἰθίοπας καὶ μακαρίους καὶ τρισευδαίμονας εἴποι τις ἄν, εἴ γε ἀπομνημονεύει τὴν χάριν αὐτοῖς ὁ Ζεὺς ἣν πρὸς αὐτὸν ἐπεδείξαντο δώδεκα ἑξῆς ἡμέρας ἑστιάσαντες, καὶ ταῦτα ἐπαγόμενον καὶ τοὺς ἄλλους θεούς.
οὕτως οὐδέν, ὡς ἔοικεν, ἀμισθὶ ποιοῦσιν ὧν
ποιοῦσιν, ἀλλὰ πωλοῦσιν τοῖς ἀνθρώποις τἀγαθά, καὶ ἔνεστι πρίασθαι παρ᾽ αὐτῶν τὸ μὲν ὑγιαίνειν,
εἰ τύχοι, βοϊδίου, τὸ δὲ πλουτεῖν βοῶν τεττάρων,
τὸ δὲ βασιλεύειν ἑκατόμβης, τὸ δὲ σῶον ἐπανελθεῖν ἐξ Ἰλίου εἰς Πύλον ταύρων ἐννέα, καὶ τὸ ἐκ τῆς Αὐλίδος εἰς Ἴλιον διαπλεῦσαι παρθένου βασιλικῆς. ἡ μὲν γὰρ Ἑκάβη τὸ μὴ ἁλῶναι τὴν πόλιν τότε ἐπρίατο παρὰ τῆς Ἀθηνᾶς βοῶν δώδεκα καὶ πέπλου. εἰκάζειν δὲ χρὴ πολλὰ εἶναι ἀλεκτρυόνος καὶ στεφάνου καὶ λιβανωτοῦ μόνου
παρ᾽ αὐτοῖς ὤνια.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.