previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[4] καὐτός, Ζεῦ, πολλὰ τοιαῦτα ἐπὶ τῆς γῆς ἀκούων δυσχεραινόντων λέγειν πρὸς σὲ οὐκ ἐτόλμων. ἐπεὶ δὲ σὺ περὶ τούτων τοὺς λόγους ἐνέβαλες, καὶ δὴ λέγω. πάνυ ἀγανακτοῦσιν, πάτερ, καὶ σχετλιάζουσιν καὶ εἰς τὸ φανερὸν μὲν οὐ τολμῶσι λέγειν, ὑποτονθορύζουσι δὲ συγκεκυφότες αἰτιώμενοι τὸν χρόνον οὓς ἔδει πάλαι τὰ καθ᾽ αὑτοὺς εἰδότας στέργειν ἕκαστον τοῖς δεδικασμένοις. .

Ζεύς
.; τί οὖν, Ἑρμῆ, δοκεῖ ,: προτίθεμεν αὐτοῖς ἀγορὰν δικῶν, θέλεις εἰς νέωτα παραγγελοῦμεν; [p. 92]

Ἑρμῆς
οὐ μὲν οὖν, ἀλλὰ ἤδη προθῶμεν.

Ζεύς
οὕτω ποίει: σὺ μὲν κήρυττε καταπτάμενος ὅτι ἀγορὰ δικῶν ἔσται κατὰ τάδε. πάντας ὁπόσοι τὰς γραφὰς ἀπενηνόχασιν, ἥκειν τήμερον εἰς ' Ἄρειον πάγον, ἐκεῖ δὲ τὴν μὲν Δίκην ἀποκληροῦν σφίσι τὰ δικαστήρια κατὰ λόγον τῶν τιμημάτων ἐξ ἁπάντων Ἀθηναίων εἰ δέ τις ἄδικον οἴοιτο γεγενῆσθαι τὴν κρίσιν, ἐξεῖναι ἐφέντι ἐπ᾽ ἐμὲ δικάζεσθαι ἐξ ὑπαρχῆς, ὡς εἰ μηδὲ τὸ παράπαν ἐδεδίκαστο. σὺ δέ, θύγατερ, καθεζομένη παρὰ τὰς σεμνὰς θεὰς ἀποκλήρου τὰς δίκας καὶ ἐπισκόπει τοὺς δικάζοντας.

Δίκη

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: