previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[17] οὑτωσὶ μὲν ἀκοῦσαι πάνυ εὔλογα, ἄνδρες δικασταί, συνήγορος εἴρηκεν ὑπὲρ τῆς Μέθης, ἢν ^ δὲ κἀμοῦ μετ᾽ εὐνοίας ἀκούσητε, εἴσεσθε ὡς οὐδὲν αὐτὴν ἠδίκηκα. τὸν γὰρ Πολέμωνα τοῦτον, ὅν φησιν ἑαυτῆς οἰκέτην εἶναι, πεφυκότα οὐ φαύλως οὐδὲ κατὰ τὴν [p. 118] Μέθην, ἀλλ᾽ οἰκεῖον ἐμοὶ τὴν φύσιν, προαρπάσασα νέον ἔτι καὶ ἁπαλὸν ὄντα συναγωνιζομένης τῆς Ἡδονῆς, ἥπερ αὐτῇ τὰ πολλὰ ὑπουργεῖ, διέφθειρε τὸν ἄθλιον τοῖς κώμοις καὶ ταῖς ἑταίραις παρασχοῦσα ἔκδοτον, ὡς μηδὲ μικρὸν αὐτῷ τῆς αἰδοῦς ὑπολείπεσθαι. καὶ γε ὑπέρ ἑαυτῆς λέγεσθαι μικρὸν ἔμπροσθεν ᾤετο, ταῦτα ὑπὲρ ἐμοῦ μᾶλλον εἰρῆσθαι νομίσατε: περιῄει γὰρ ἕωθεν ἄθλιος ἐστεφανωμένος, κραιπαλῶν, διὰ τῆς ἀγορᾶς μέσης καταυλούμενος, οὐδέποτε νήφων, κωμάζων ἐπὶ πάντας, ὕβρις τῶν προγόνων καὶ τῆς πόλεως ὅλης καί γέλως τοῖς ξένοις. ἐπεὶ μέντοι γε παρ᾽ ἐμὲ ἧκεν, ἐγὼ μὲν ἔτυχον, ὥσπερ εἴωθα ποιεῖν, ἀναπεπταμένων τῶν θυρῶν πρὸς τοὺς παρόντας τῶν ἑταίρων λόγους τινὰς περὶ ἀρετῆς καὶ σωφροσύνης διεξιοῦσα: δὲ μετὰ τοῦ αὐλοῦ καὶ τῶν στεφάνων ἐπιστὰς τὰ μὲν πρῶτα ἐβόα καὶ συγχεῖν ἡμῶν ἐπειρᾶτο τὴν συνουσίαν ἐπιταράξας τῇ βοῇ: ἐπεὶ δὲ οὐδὲν ἡμεῖς ἐπεφροντίκειμεν αὐτοῦ, κατ᾽ ὀλίγονοὐ γὰρ τέλεον ἦν διάβροχος τῇ Μέθῃἀνένηφε πρὸς τοὺς λόγους καὶ ἀφῃρεῖτο τοὺς στεφάνους καὶ τὴν αὐλητρίδα κατεσιώπα καὶ ἐπὶ τῇ πορφυρίδι ᾐσχύνετο, καὶ ὥσπερ ἐξ ὕπνου βαθέος ἀνεγρόμενος ἑαυτόν τε ἑώρα ὅπως διέκειτο καὶ τοῦ πάλαι βίου κατεγίγνωσκεν. καὶ τὸ μὲν ἐρύθημα τὸ ἐκ τῆς Μέθης ἀπήνθει καὶ ἠφανίζετο, ἠρυθρία δὲ κατ᾽ αἰδῶ τῶν δρωμένων: καί τέλος ἀποδρὰς ὥσπερ εἶχεν ηὐτομόλησεν παρ᾽ ἐμέ, οὔτε ἐπικαλεσαμένης οὔτε βιασαμένης, ὡς αὕτη φησίν, ἐμοῦ, ἀλλ᾽ ἑκὼν αὐτὸς ἀμείνω ταῦτα εἶναι ὑπολαμβάνων, [p. 120] Καί μοι ἤδη κάλει αὐτόν, ὅπως καταμάθητε ὃν τρόπον διάκειται πρὸς ἐμοῦ. — τοῦτον, ἄνδρες δικασταί, παραλαβοῦσα γελοίως ἔχοντα, μήτε φωνὴν ἀφιέναι μήτε ἑστάναι ὑπὸ τοῦ ἀκράτου δυνάμενον, ὑπέστρεψα καὶ ἀνένηψα καὶ ἀντὶ ἀνδραπόδου κόσμιον ἄνδρα καὶ σώφρονα καὶ πολλοῦ ἄξιον τοῖς Ἕλλησιν ἀπέδειξα: καί μοι αὐτός τε χάριν οἶδεν ἐπὶ τούτοις καὶ οἱ προσήκοντες ὑπὲρ αὐτοῦ. εἴρηκα: ὑμεῖς δὲ ἤδη σκοπεῖτε ποτέρᾳ ἡμῶν ἄμεινον ἦν αὐτῷ συνεῖναι.

Δίκη

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: