This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[19]
οἱ δὲ ἄνθρωποι καὶ εἰς τὰ ἄλλα μὲν ἀναγκαίῳ
χρῶνται τῷ πυρί, μάλιστα δὲ ἐς τὰς θυσίας, ὅπως ἔχοιεν κνισᾶν τὰς ἀγυιὰς καὶ τοῦ λιβανωτοῦ
θυμιᾶν καὶ τὰ μηρία καίειν ἐπὶ τῶν βωμῶν. ὁρῶ
δέ γε ὑμᾶς μάλιστα χαίροντας τῷ καπνῷ καὶ τὴν
εὐωχίαν ταύτην ἡδίστην οἰομένους, ὁπόταν εἰς τὸν
οὐρανὸν ἡ κνῖσα παραγένηται ‘ ἑλισσομένη περὶ καπνῷ.’ ἐναντιωτάτη τοίνυν ἡ μέμψις αὕτη ἂν γένοιτο τῇ ὑμετέρᾳ ἐπιθυμίᾳ. θαυμάζω δὲ ὅπως
οὐχὶ καὶ τὸν ἥλιον κεκωλύκατε καταλάμπειν
αὐτούς: καίτοι πῦρ καὶ οὗτός ἐστι πολὺ θειότερὸν
τε καὶ πυρωδέστερον. ἢ κἀκεῖνον αἰτιᾶσθε ὡς σπαθῶντα ὑμῶν τὸ κτῆμα; εἴρηκα. σφὼ δέ, ὦ Ἑρμῆ καὶ Ἥφαιστε, εἴ τι
μὴ καλῶς εἰρῆσθαι δοκεῖ, διευθύνετε καὶ ἐξελέγχετε,^ κἀγὼ αὖθις ἀπολογήσομαι.
Ἑρμῆς
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.