previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[19] ποῦ νῦν καθεδεῖται; μεστὰ γὰρ πάντα, ὡς ὁρᾷς.

Ἑρμῆς
ἐπὶ τοὺς ὤμους, εἰ δοκεῖ, τοῦ τυράννου,

Κλωθώ
καλῶς Ἑρμῆς ἐνενόησεν. [p. 38]

Χάρων
ἀνάβαινε οὖν καὶ τὸν τένοντα τοῦ ἀλιτηρίου καταπάτει: ἡμεῖς δὲ εὐπλοῶμεν.

Κυνίσκος
Χάρων, καλῶς ἔχει σοι τὰς ἀληθείας ἐντεῦθεν εἰπεῖν. ἐγὼ τὸν ὀβολὸν μὲν οὐκ ἂν ἔχοιμι δοῦναί σοι καταπλεύσας: πλέον γὰρ οὐδέν ἐστι τῆς πήρας ἣν ὁρᾷς καὶ τουτουὶ τοῦ ξύλου: τἆλλα δὲ ἀντλεῖν, εἰ θέλεις, ἕτοιμος ^ πρόσκωπος εἶναι: μέμψῃ δὲ οὐδέν, ἢν εὐῆρες καὶ καρτερόν μοι ἐρετμὸν δῷς μόνον.

Χάρων
Ἔρεττε: καὶ τουτὶ γὰρ ἱκανὸν παρὰ σοῦ λαβεῖν.

Κυνίσκος
καὶ ὑποκελεῦσαι δεήσει;

Χάρων
νὴ Δία, ἤνπερ εἰδῇς κέλευσμά τι τῶν ναυτικῶν.

Κυνίσκος
οἶδα καὶ πολλά, Χάρων. ἀλλ᾽, ὁρᾷς, ἀντεπηχοῦσιν οὗτοι δακρύοντες: ὥστε ἡμῖν τὸ ᾆσμα ἐπιταραχθήσεται.

Νεκροί

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: