previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[13] παῦσαι ἀπειλῶν, ἀλλὰ ἔμβηθι: καιρὸς ἤδη σε ἀπαντᾶν ἐπὶ τὸ δικαστήριον.

Μεγαπένθης
καὶ τίς ἀξιώσει κατ᾽ ἀνδρὸς τυράννου ψῆφον λαβεῖν;

Κλωθώ
κατὰ τυραννοῦ μὲν οὐδείς, κατὰ νεκροῦ δὲ Ῥαδάμανθυς, ὃν αὐτίκα ὄψει μάλα δίκαιον καὶ κατ᾽ ἀξίαν ἐπιτιθέντα ἑκάστῳ τὴν δίκην τὸ δὲ νῦν ἔχον μὴ διάτριβε.

Μεγαπένθης
κἂν ἰδιώτην με ποίησον, Μοῖρα, τῶν πενήτων ἕνα, κἂν δοῦλον ἀντὶ τοῦ πάλαι βασιλέως: ἀναβιῶναί με ἔασον μόνον. [p. 28]

Κλωθώ
ποῦ ' στιν τὸ ξύλον; καὶ σὺ δέ, Ἑρμῆ, σύρατ᾽ αὐτὸν εἴσω τοῦ ποδός: οὐ γὰρ ἂν ἐμβαίη ἑκών.

Ἑρμῆς
ἕπου νῦν, δραπέτα: δέχου τοῦτον σύ, πορθμεῦ, καὶ τὸ δεῖνα,^ ὅπως ἀσφαλῶς

Χάρων
ἀμέλει, πρὸς τὸν ἱστὸν δεδήσεται.

Μεγαπένθης
καὶ μὴν ἐν τῇ προεδρίᾳ καθέζεσθαί με δεῖ.

Κλωθώ
ὅτι τί;

Μεγαπένθης
ὅτι, νὴ Δία, τύραννος ἦν καὶ δορυφόρους εἶχον μυρίους.

Κυνίσκος
εἶτ᾽ οὐ δικαίως σε παρέτιλλεν Καρίων οὑτωσὶ σκαιὸν ὄντα; πικρὰν δ᾽ οὖν τὴν τυραννίδα ἕξεις γευσάμενος τοῦ ξύλου.

Μεγαπένθης
τολμήσει γὰρ Κυνίσκος ἐπανατείνασθαί μοι τὸ βάκτρον; οὐκ ἐγώ σε πρῴην, ὅτι ἐλεύθερος ἄγαν καὶ τραχὺς ἦσθα καὶ ἐπιτιμητικός, μικροῦ δεῖν προσεπαττάλευσα;

Κυνίσκος
τοιγαροῦν μενεῖς καὶ σὺ τῷ ἱστῷ προσπεπατταλευμένος.

Μίκυλλος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: