Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[19]
ἡ δ᾽"οὖν κολακεία καὶ ἡ διαβολὴ τότε μάλιστα
χώραν ἔσχε πρὸς τὸ Ἀλεξάνδρου πάθος συντιθεμένη: καθάπερ γὰρ ἐν πολιορκίᾳ οὐκ ἐπὶ τὰ ὑψηλὰ καὶ ἀπόκρημνα καὶ ἀσφαλῆ τοῦ τείχους
προσίασιν οἱ πολέμιοι, ἀλλ᾽ ᾗ ἂν ἀφύλακτόν τι μέρος ἢ σαθρὸν αἴσθωνται ἢ ταπεινόν, ἐπὶ τοῦτο
πάσῃ] δυνάμει χωροῦσιν ὡς ῥᾷστα παρεισδῦναι καὶ ἑλεῖν δυνάμενοι, οὕτω καὶ οἱ διαβάλλοντες ὃ
τι ἂν ἀσθενὲς ἴδωσι τῆς ψυχῆς καὶ ὑπόσαθρον καὶ
εὐεπίβατον, τούτῳ προσβάλλουσι καὶ προσάγουσι
[p. 382] τὰς μηχανάς, καὶ τέλος ἐκπολιορκοῦσι μηδενὸς ἀντιταττομένου μηδὲ τὴν ἔφοδον αἰσθομένου. εἶτ᾽ ἐπειδὰν ἐντὸς ἅπαξ τῶν τειχῶν γένωνται, πυρπολοῦσι πάντα καὶ παίουσι καὶ σφάττουσι καὶ
ἐξελαύνουσιν, οἷα εἰκὸς ἁλισκομένης ψυχῆς καὶ
ἐξηνδραποδισμένης ἔργα εἶναι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.