previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[23] ῥητόρων δὲ Γοργίας, ὅν τινες σοφιστὴν καλοῦσιν, ἔτη ῾̣̣̓: τροφῆς δὲ ἀποσχόμενος ἐτελεύτησεν: ὅν φασιν ἐρωτηθέντα τὴν αἰτίαν τοῦ μακροῦ γήρως καὶ ὑγιεινοῦ ἐν πάσαις ταῖς αἰσθήσεσιν εἰπεῖν, διὰ τὸ μηδέποτε συμπεριενεχθῆναι ταῖς ἄλλων εὐωχίαις. Ἰσοκράτης ἓξ καὶ ἐνενήκοντα ἔτη γεγονὼς τὸν πανηγυρικὸν ἔγραφε λόγον, περὶ ἔτη δ᾽ ἑνὸς ἀποδέοντα ἑκατὸν γεγονὼς ὡς ᾔσθετο Ἀθηναίους ὑπὸ Φιλίππου ἐν τῇ περὶ Χαιρώνειαν μάχῃ νενικημένους, ποτνιώμενος τὸν Εὐριπίδειον στίχον προηνέγκατο εἰς ἑαυτὸν ἀναφέρων, Σιδώνιὸν ποτ᾽ ἄστυ Κάδμος ἐκλιπών καὶ ἐπειπὼν ὡς δουλεύσει Ἑλλάς, ἐξέλιπε τὸν βίον. Ἀπολλόδωρος δὲ Περγαμηνὸς ῥήτωρ, θεοῦ Καίσαρος Σεβαστοῦ διδάσκαλος γενόμενος καὶ σὺν Ἀθηνοδώρῳ τῷ Ταρσεῖ φιλοσόφῳ παιδεύσας αὐτόν, ἔζησεν ταὐτὰ τῷ Ἀθηνοδώρῳ ἔτη ὀγδοήκοντα δύο. Ποτάμων δὲ οὐκ ἄδοξος ῥήτωρ ἔτη ἐνενήκοντα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: