previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὅτι δὲ τούτοις πρὸς πᾶν ἔστι χρῆσθαι τὸ καλούμενον καὶ νομιζόμενον πικρὸν γλυκὺ καθαρτικὸν ὑπνωτικὸν φωτεινόν, ὡς οὐδενὸς ἔχοντος αὐτοτελῆ ποιότητα καὶ δύναμιν οὐδὲ δρῶντος μᾶλλον πάσχοντος, ὅταν ἐγγένηται τοῖς σώμασιν, ἄλλην δ᾽ ἐν ἄλλοις διαφορὰν καὶ κρᾶσιν λαμβάνοντος, οὐκ ἄδηλόν ἐστιν. αὐτὸς γὰρ οὖν Ἐπίκουρος ἐν τῷ δευτέρῳ τῶν πρὸς Θεόφραστονοὐκ εἶναιλέγων τὰ χρώματα συμφυῆ τοῖς σώμασιν, ἀλλὰ γεννᾶσθαι κατὰ ποιάς τινας τάξεις καὶ θέσεις πρὸς τὴν ὄψιν,’ οὐ μᾶλλόν φησι κατὰ τοῦτον τὸν λόγον ἀχρωμάτιστον σῶμα εἶναι χρῶμα ἔχον. ἀνωτέρω δὲ κατὰ λέξιν ταῦτα γέγραφενἀλλὰ καὶ χωρὶς τούτου τοῦ μέρους οὐκ οἶδ᾽ ὅπως δεῖ τὰ ἐν τῷ σκότει ταῦτ᾽ ὄντα φῆσαι χρώματα ἔχειν:’ καίτοι πολλάκις ἀέρος ὁμοίως σκοτώδους; περικεχυμένου, οἱ μὲν αἰσθάνονται χρωμάτων διαφορᾶς οἱ δ᾽ οὐκ αἰσθάνονται δι᾽ ἀμβλύτητα τῆς ὄψεως: ἔτι δ᾽ εἰσελθόντες εἰς σκοτεινὸν οἶκον οὐδεμίαν ὄψιν χρώματος ὁρῶμεν [p. 431] ἀναμείναντες δὲ μικρὸν ὁρῶμεν: οὐ μᾶλλον οὖν ἔχειν μὴ ἔχειν χρῶμα ῥηθήσεται τῶν σωμάτων ἕκαστον. εἰ δὲ τὸ χρῶμα πρός τι, καὶ τὸ λευκὸν ἔσται πρὸς τι καὶ τὸ κυανοῦν: εἰ δὲ ταῦτα, καὶ τὸ γλυκὺ καὶ τὸ πικρόν: ὥστε κατὰ πάσης ποιότητος ἀληθῶς τὸ μὴ μᾶλλον εἶναι μὴ εἶναι κατηγορεῖσθαι τοῖς γὰρ οὕτω πάσχουσιν ἔσται τοιοῦτον, οὐκ ἔσται δὲ τοῖς μὴ πάσχουσιτὸν οὖν βόρβορον καὶ τὸν πηλόν, ἐν φησι γίγνεσθαι τοὺς τὸ μηδὲν μᾶλλον τοῖον τοῖον ἐπιφθεγγομένους τοῖς πράγμασιν, ἑαυτοῦ κατασκεδάννυσι καὶ τοῦ καθηγεμόνος Κωλώτης.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: