previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δὲ Κωλώτης; ἔοικε ταὐτὸ πάσχειν τοῖς νεωστὶ γράμματα μανθάνουσι τῶν παίδων, οἳ τοὺς χαρακτῆρας ἐν τοῖς πυξίοις ἐθιζόμενοι λέγειν, ὅταν [p. 460] ἔξω γεγραμμένους ἐν ἑτέροις ἴδωσιν, ἀμφιγνοοῦσι καὶ ταράττονται καὶ γὰρ οὗτος, οὓς ἐν τοῖς Ἐπικούρου γράμμασιν ἀσπάζεται καὶ ἀγαπᾷ λόγους, οὐ συνίησιν οὐδὲ γιγνώσκει λεγομένους ὑφ᾽ ἑτέρων. οἱ γάρ, εἰδώλου προσπίπτοντος ἡμῖν περιφεροῦς ἑτέρου δὲ κεκλασμένου, τὴν μὲν αἴσθησιν ἀληθῶς τυποῦσθαι λέγοντες, προσαποφαίνεσθαι δ᾽ οὐκ ἐῶντες ὅτι στρογγύλος πύργος ἐστὶν δὲ κώπη κέκλασται, τὰ πάθη τὰ αὑτῶν καὶ τὰ φαντάσματα βεβαιοῦσι τὰ δ᾽ ἐκτὸς οὕτως ἔχειν ὁμολογεῖν οὐκ ἐθέλουσιν ἀλλ᾽ ὡς ἐκείνοις τὸ ἱπποῦσθαι καὶ τὸ τοιχοῦσθαι λεκτέον οὐχ ἵππον οὐδὲ τοῖχον, οὕτως ἄρα τὸ στρογγυλοῦσθαι καὶ τὸ σκαληνοῦσθαι τὴν ὄψιν, οὐ σκαληνὸν οὐδὲ στρογγύλον ἀνάγκη τὴν κώπην καὶ τὸν πύργον λέγειν: τὸ γὰρ εἴδωλον, ὑφ᾽ οὗ πέπονθεν ὄψις, κεκλασμένον ἐστίν: κώπη δ᾽ ἀφ᾽ ἧς τὸ εἴδωλον οὔκ ἐστι κεκλασμένη. διαφορὰν οὖν τοῦ πάθους πρὸς τὸ ὑποκείμενον ἐκτὸς ἔχοντος, μένειν ἐπὶ τοῦ πάθους δεῖ τὴν πίστιν τὸ εἶναι τῷ φαίνεσθαι προσαποφαινομένην ἐλέγχεσθαι. τὸ δὲ δὴ βοᾶν αὐτοὺς καὶ ἀγανακτεῖν ὑπὲρ τῆς αἰσθήσεως, ὡς οὐ λέγουσι τὸ ἐκτὸς εἶναι θερμὸν ἀλλὰ τὸ ἐν αὐτῇ πάθος γεγονέναι τοιοῦτον: ἆρ᾽ οὐ ταὐτόν ἐστι τῷ λεγομένῳ περὶ τῆς; γεύσεως, ὅτι τὸ ἐκτὸς οὒ φασιν εἶναι γλυκὺ πάθος δέ τι καὶ κίνημα περὶ [p. 461] αὐτὴν γεγονέναι τοιοῦτον; δὲ λέγων ἀνθρωποειδῆ φαντασίαν λαμβάνειν, εἰ δ᾽ ἄνθρωπός ἐστι μὴ αἰσθάνεσθαι, πόθεν εἴληφε τὰς ἀφορμάς; οὐ παρὰ τῶν λεγόντων καμπυλοειδῆ φαντασίαν λαμβάνειν, εἰ δὲ καμπύλον ἐστί, μὴ προσαποφαίνεσθαι τὴν ὄψιν μηδ᾽ ὅτι στρογγύλον, ἀλλ᾽ ὅτι φάντασμα περὶ αὐτὴν καὶ τύπωμα στρογγυλοειδὲς γέγονε; νὴ Δία, φήσει τις, ἀλλ᾽ ἐγὼ τῷ πύργῳ προσελθὼν καὶ τῆς κώπης ἁψάμενος ἀποφανοῦμαι τὴν μὲν εὐθεῖαν εἶναι τὸν δὲ πολύγωνον: ἐκεῖνος δέ, κἂν ἐγγὺς γένηται, τὸ δοκεῖν καὶ τὸ φαίνεσθαι, πλέον δ᾽ οὐδὲν ὁμολογήσει. ναὶ μὰ Δία σοῦ γε μᾶλλον, βέλτιστε, τὸ ἀκόλουθον ὁρῶν καὶ φυλάττων, τὸ πᾶσαν εἶναι φαντασίαν ὁμοίως ἀξιόπιστον ὑπὲρ ἑαυτῆς, ὑπὲρ ἄλλου δὲ μηδεμίαν ἀλλ᾽ ἐπίσης ἔχειν. σοὶ δ᾽ οἴχεται τὸ πάσας ὑπάρχειν ἀληθεῖς, ἄπιστον δὲ καὶ ψευδῆ μηδεμίαν, εἰ ταύταις μὲν οἴει δεῖν προσαποφαίνεσθαι περὶ τῶν ἐκτός, ἐκείναις δὲ ... τοῦ πάσχειν πλέον οὐδὲν ἐπίστευες. εἰ μὲν γὰρ ἐπίσης ἔχουσιν ἐγγύς τε γενόμεναι καὶ μακρὰν οὖσαι πρὸς πίστιν, πάσαις δίκαιόν ἐστιν μηδὲ ταύταις ἕπεσθαι τὴν προσαποφαινομένην τὸ εἶναι κρίσιν εἰ δὲ γίγνεται διαφορὰ τοῦ πάθους ἀποστᾶσι καὶ προσελθοῦσι, ψεῦδός ἐστι τὸμήτε φαντασίαν μήτ᾽ αἴσθησιν σιν ἑτέρας ἑτέραν ἐναργεστέραν ὑπάρχεινκαθάπερ [p. 462] ἃς λέγουσιν ἐπιμαρτυρήσεις καὶ ἀντιμαρτυρήσεις οὐθέν εἰσι πρὸς τὴν αἴσθησιν ἀλλὰ πρὸς τὴν δόξαν: ὥστ᾽ εἰ ταύταις ἑπομένους ἀποφαίνεσθαι περὶ τῶν ἐκτὸς κελεύουσι, τῆς δόξης κρῖμα τὸ εἶναι τῆς δ᾽ αἰσθήσεως πάθος τὸ φαινόμενον ποιοῦντες, ἀπὸ τοῦ πάντως ἀληθοῦς τὴν κρίσιν ἐπὶ τὸ διαπῖπτον πολλάκις μεταφέρουσιν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: