previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δεῖ μὲν γὰρ ἀμέλει τῆς περὶ θεῶν δόξης ὥσπερ ὄψεως λήμην ἀφαιρεῖν τὴν δεισιδαιμονίαν εἰ δὲ τοῦτ᾽ ἀδύνατον, μὴ συνεκκόπτειν μηδὲ τυφλοῦν τὴν πίστιν, ἣν οἱ πλεῖστοι περὶ θεῶν ἔχουσιν. αὕτη δ᾽ ἐστὶν οὐ φοβερά τις οὐδὲ σκυθρωπὴ καθάπερ οὗτοι πλάττουσι, διαβάλλοντες τὴν πρόνοιαν, ὥσπερ παισὶν Ἔμπουσαν Ποινὴν ἀλιτηριώδη καὶ τραγικὴν ἐπιτετραμμένην. ἀλλ᾽ ὀλίγοι μὲν τῶν ἀνθρώπων δεδίασι τὸν θεόν, οἷς οὐκ ἄμεινον μὴ δεδιέναι δεδιότες γὰρ ὥσπερ ἄρχοντα χρηστοῖς ἤπιον ἐπαχθῆ δὲ φαύλοις, ἑνὶ φόβῳ, δι᾽ ὃν οὐκ ἀδικοῦσι, πολλῶν ἐλευθεροῦνται τῶν ἐπὶ τῷ ἀδικεῖν καὶ παρ᾽ αὑτοῖς ἀτρέμα τὴν κακίαν ἔχοντες οἷον ἀπομαραινομένην ἧττον ταράττονται τῶν χρωμένων αὐτῇ καὶ τολμώντων εἶτ᾽ εὐθὺς δεδιότων καὶ μεταβαλλομένων. δὲ τῶν πολλῶν καὶ ἀμαθῶν καὶ οὐ πάνυ; μοχθηρῶν διάθεσις πρὸς τὸν θεὸν ἔχει μὲν ἀμέλει τῷ σεβομένῳ καὶ τιμῶντι μεμιγμένον τινὰ σφυγμὸν καὶ φόβον, καὶ δεισιδαιμονία κέκληται: τούτου δὲ μυριάκις πλεῖόν ἐστι καὶ μεῖζον αὐτῇ τὸ εὔελπι καὶ περιχαρὲς καὶ πᾶσαν εὐπραξίας ὄνησιν ὡς ἐκ θεῶν οὖσαν εὐχόμενον καὶ δεχόμενον. δῆλον δὲ τεκμηρίοις τοῖς μεγίστοις: οὔτε γὰρ διατριβαὶ τῶν ἐν ἱεροῖς οὔτε καιροὶ τῶν ἑορτασίμων οὔτε πράξεις [p. 405] οὔτ᾽ ὄψεις εὐφραίνουσιν ἕτεραι μᾶλλον ὧν ὁρῶμεν δρῶμεν αὐτοὶ περὶ τοὺς θεούς, ὀργιάζοντες χορεύοντες θυσίαις παρόντες τελεταῖς. οὐ γὰρ ὡς τυράννοις τισὶν δεινοῖς κολασταῖς ὁμιλοῦσα τηνικαῦτα ψυχὴ περίλυπός ἐστι καὶ ταπεινὴ καὶ δύσθυμος, ὅπερ εἰκὸς ἦν: ἀλλ᾽ ὅπου μάλιστα δοξάζει καὶ διανοεῖται παρεῖναι τὸν θεόν, ἐκεῖ μάλιστα λύπας καὶ φόβους καὶ τὸ φροντίζειν ἀπωσαμένη τῷ ἡδομένῳ μέχρι μέθης καὶ γέλωτος καὶ παιδιᾶς ἐφίησιν ἑαυτήν ἐν μὲν τοῖς ἐρωτικοῖς, ὡς ποιητὴς εἴρηκε
καί τε γέρων καὶ γρῆυς, ἐπὴν χρυσῆς Ἀφροδίτης
μνήσωνται, καὶ τοῖσιν ἐπηέρθη φίλον ἦτορ:
ἐν δὲ πομπαῖς καὶ θυσίαις οὐ μόνον γέρων καὶ γρῆυς οὐδὲ πένης καὶ ἰδιώτης ἀλλὰ
καὶ παχυσκελὴς ἀλετρὶς πρὸς μύλην κινουμένη
καὶ οἰκότριβες καὶ θῆτες ὑπὸ γήθους καὶ χαρμοσύνης ἀναφέρονται, πλουσίοις δὲ καὶ βασιλεῦσιν ἑστιάσεις καὶ πανδαισίαι τινὲς πάρεισιν ἀεί: αἱ δ᾽ ἐφ᾽ ἱεροῖς καὶ θυηπολίαις, καὶ ὅταν ἔγγιστα τοῦ θείου τῇ ἐπινοίᾳ ψαύειν δοκῶσι μετὰ τιμῆς καὶ σεβασμοῦ, πολὺ διαφέρουσαν ἡδονὴν καὶ χάριν ἔχουσι. ταύτης οὐδὲν ἀνδρὶ μέτεστιν ἀπεγνωκότι τῆς προνοίας. οὐ γὰρ οἴνου πλῆθος οὐδ᾽ ὄπτησις [p. 406] κρεῶν τὸ εὐφραῖνόν ἐστιν ἐν ταῖς ἑορταῖς, ἀλλὰ καὶ ἐλπὶς ἀγαθὴ καὶ δόξα τοῦ παρεῖναι τὸν θεὸν εὐμενῆ καὶ δέχεσθαι τὰ γιγνόμενα κεχαρισμένως αὐλὸν μὲν γὰρ ἑτέρων ἑορτῶν καὶ στέφανον ἀφαιροῦμεν, θεοῦ δὲ θυσίᾳ μὴ παρόντος, ὥσπερ ἱερὸν δοχῆς, ἄθεόν ἐστι καὶ ἀνεόρταστον καὶ ἀνενθουσίαστον τὸ λειπόμενον, μᾶλλον δ᾽ ὅλον ἀτερπὲς αὐτῷ καὶ λυπηρόν: ὑποκρίνεται γὰρ εὐχὰς καὶ προσκυνήσεις, οὐδὲν δεόμενος, διὰ τὸν φόβον τῶν πολλῶν καὶ φθέγγεται φωνὰς ἐναντίας οἷς φιλοσοφεῖ: καὶ θύων μὲν ὡς μαγείρῳ παρέστηκε τῷ ἱερεῖ σφάττοντι, θύσας δ᾽ ἄπεισι λέγων τὸ Μενάνδρειον
ἔθυον οὐ προσέχουσιν οὐδέν μοι θεοῖς:
οὕτω γὰρ Ἐπίκουρος οἴεται δεῖν σχηματίζεσθαι καὶ μὴ φθονεῖν μηδ᾽ ἀπεχθάνεσθαι τοῖς πολλοῖς, οἷς χαίρουσιν ἕτεροι πράττοντες, αὐτοὺς δυσχεραίνοντας
πᾶν γὰρ ἀναγκαῖον πρᾶγμ᾽ ἀνιηρὸν ἔφυ
κατὰ τὸν Εὔηνον. καὶ τοὺς δεισιδαίμονας οὐ χαίροντας ἀλλὰ φοβουμένους οἴονται θυσίαις καὶ τελεταῖς ὁμιλεῖν, μηδὲν ἐκείνων αὐτοὶ διαφέροντες, εἴ γε δὴ διὰ φόβον ταὐτὰ δρῶσιν, οὐδ᾽ ἐλπίδος χρηστῆς ὅσον ἐκεῖνοι μεταλαγχάνοντες, ἀλλὰ μόνον [p. 407] δεδιότες καὶ ταραττόμενοι μὴ φανεροὶ γένωνται τοὺς πολλοὺς παραλογιζόμενοι καὶ φενακίζοντες: ἐφ᾽ οὓς καὶ τὰ περὶ θεῶν καὶ Ὁσιότητος αὐτοῖς βιβλία συντέτακται,
ἑλικτὰ κοὐδὲν ὑγιὲς ἀλλὰ πᾶν πέριξ
ἐπαμπεχομένοις καὶ ἀποκρυπτομένοις διὰ φόβον ἃς ἔχουσι δόξας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: