Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Κωλώτηεζ ὁ Ἑπικούρου συνήθης βιβλίον ἐξέδωκεν
ἐπιγράψας ‘ὅτι κατὰ τὰ τῶν ἄλλων φιλοσόφων
δόγματα οὐδὲ ζῆν ἔστιν.’ ὅσα τοίνυν ἡμῖν
ἐπῆλθεν εἰπεῖν πρὸς αὐτὸν ὑπὲρ τῶν φιλοσόφων, ἐγράφη πρότερον. ἐπεὶ δὲ καὶ τῆς σχολῆς διαλυθείσης
ἐγένοντο λόγοι πλείονες ἐν τῷ περιπάτῳ πρὸς τὴν αἵρεσιν, ἔδοξέ μοι καὶ τούτους ἀναλαβεῖν,
εἰ καὶ δι᾽ ἄλλο μηδὲν ἀλλ᾽ ἐνδείξεως ἕνεκα τοῖς εὐθύνουσιν ἑτέρους, ὅτι δεῖ τοὺς λόγους ἕκαστον
ὧν ἐλέγχει καὶ τὰ γράμματα μὴ παρέργως διελθεῖν μηδὲ φωνὰς ἀλλαχόθεν ἄλλας ἀποσπῶντα καὶ ῥήμασιν ἄνευ πραγμάτων ἐπιτιθέμενον παρακρούεσθαι τοὺς ἀπείρους.
[p. 363]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.