previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ ... ἑννοίας δ᾽ οὐσίαν αὐτῆς καὶ γένεσιν οὐ παρὰ τὰς ἐννοίας ὑποτίθενται; φαντασία γάρ τις ἔννοιά ἐστι, φαντασία δὲ τύπωσις ἐν ψυχῇ: ψυχῇ δὲ φύσις ἀναθυμίασις, ἣν τυπωθῆναι μὲν ἐργῶδες [p. 358] διὰ μανότητα, δεξαμένην δὲ τηρῆσαι τύπωσιν ἀδύνατον τε γὰρ τροφὴ καὶ γένεσις αὐτῆς ἐξ ὑγρῶν οὖσα συνεχῆ τὴν ἐπιφορὰν ἔχει καὶ τὴν ἀνάλωσιν: τε πρὸς τὸν ἀέρα τῆς ἀναπνοῆς ἐπιμιξία καινὴν ἀεὶ ποιεῖ τὴν ἀναθυμίασιν, ἐξισταμένην καὶ τρεπομένην ὑπὸ τοῦ θύραθεν ἐμβάλλοντος ὀχετοῦ καὶ πάλιν ἐξιόντος. ῥεῦμα γὰρ ἄν τις ὕδατος φερομένου μᾶλλον διανοηθείη σχήματα καὶ τύπους καὶ εἴδη διαφυλάττον, πνεῦμα φερόμενον ἑν τοῖς ἀτμοῖς καὶ ὑγρότησιν, ἑτέρῳ δ᾽ ἔξωθεν ἐνδελεχῶς οἷον ἀργῷ καὶ ἀλλοτρίῳ πνεύματι κιρνάμενον. ἀλλ᾽ οὕτω παρακούοντες ἑαυτῶν, ὥστε τὰς ἐννοίας ἐννοίας ἀποκειμένας τινὰς ὁριζόμενοι νοήσεις, μνήμας δὲ μονίμους καὶ σχετικὰς τυπώσεις, τὰς δ᾽ ἐπιστήμας καὶ παντάπασι πηγνύντες ὡς τὸ ἀμετάπτωτον καὶ βέβαιον ἐχούσας, εἶτα τούτοις ὑποτίθεσθαι βάσιν καὶ ἕδραν οὐσίας ὀλισθηρᾶς καὶ σκεδαστῆς καὶ φερομένης ἀεὶ καὶ ῥεούσης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: