previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ μὴν αὐτοί γε σχέτλια ποιεῖν τὸν Ἐπίκουρον λέγουσι καὶ βιάζεσθαι τὰς ἐννοίας, ἰσοταχῶς τὰ σώματα κινοῦντα καὶ μηδὲν ἀπολείποντα μηδενὸς ταχύτερον. πολλῷ δὲ τούτου σχετλιώτερόν ἐστι καὶ μᾶλλον ἀπήρτηται τῶν ἐννοιῶν τὸ μηδὲν ὑπὸ μηδενὸς περικαταλαμβάνεσθαι, μηδ᾽ εἰ χελώνην τὸ τοῦ λόγου φασὶμετόπισθε διώκοι Ἀδρήστου ταχὺς ἵππος.’ ἀνάγκη δὲ τοῦτο συμβαίνειν, τῶν μὲν [p. 352] κινουμένων κατὰ τὸ πρότερον καὶ τὸ ὕστερον, τῶν δὲ διαστημάτων, διεξίασιν, εἰς ἄπειρον ὄντων μεριστῶν, ὥσπερ ἀξιοῦσιν οὗτοι. εἰ γὰρ φθαίη πλέθρῳ μόνον χελώνη τὸν ἵππον, οἱ τοῦτο μὲν εἰς ἄπειρον τέμνοντες ἑκάτερα δὲ κινοῦντες κατὰ τὸ πρότερον καὶ τὸ ὕστερον, οὐδέποτε τῷ βραδυτάτῳ προσάξουσι τὸ τάχιστον, ἀεί τι διάστημα τοῦ βραδυτέρου προλαμβάνοντος εἰς ἄπειρα διαστήματα μεριζόμενον. τὸ δ᾽ ἔκ τινος φιάλης κύλικος ὕδατος ἐκχεομένου μηδέποτε πᾶν ἐκχυθήσεσθαι πῶς οὐ παρὰ τὴν ἔννοιάν ἐστιν, πῶς οὐχ ἑπόμενον οἷς οὗτοι λέγουσι; τὴν γὰρ κατὰ τὸ πρότερον τῶν εἰς ἄπειρον μεριστῶν κίνησιν οὐκ ἄν τις νοήσειε τὸ πᾶν διανύουσαν, ἀλλ᾽ ἀεί τι μεριστὸν ὑπολείπουσα ποιήσει πᾶσαν μὲν ἔκχυσιν πᾶσαν δ᾽ ὀλίσθησιν καὶ ῥύσιν ὑγροῦ καὶ φορὰν στερεοῦ καὶ βάρους μεθειμένου πτῶσιν ἀσυντέλεστον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: