previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

λιαδουμενος. ὅμοια πολλοῖς ἴσως πέπονθας. εἰ δ᾽ οἱ ποιηταί σε πείθουσι, λέγοντες ὡς ἐκ θεῶν προνοίας ἀνατροπὴν ἔσχεν παλαιὰ Σίπυλος τὸν Τάνταλον κολαζόντων, πείθου τοῖς ἀπὸ τῆς στοᾶς ἑταίροις, ὅτι καὶ Χρύσιππον οὐκ ἀπὸ τύχης ἀλλ᾽ ἐκ προνοίας φύσις ἤνεγκεν, ἄνω τὰ κάτω [p. 286] καὶ τοὔμπαλιν ἀνατρέψαι δεομένη τὸν βίον: ὡς οὐ γέγονε πρὸς τοῦτο τῶν ὄντων οὐδεὶς εὐφυέστερος, ἀλλ᾽ ὥσπερ Κάτων ἔλεγε πρὸ Καίσαρος ἐκείνου μηδένα νήφοντα μηδὲ φρονοῦντα ἐπὶ συγχύσει τῆς πολιτείας τοῖς δημοσίοις προσελθεῖν πράγμασιν, οὕτως ἐμοὶ δοκεῖ μετὰ πλείστης ἐπιμελείας καὶ δεινότητος οὗτος ἀνὴρ ἀνατρέπειν καὶ καταβάλλειν τὴν συνήθειαν, ὡς ἐνιαχοῦ καὶ αὐτοὶ μαρτυροῦσιν οἱ τὸν ἄνδρα σεμνύνοντες, ὅταν αὐτῷ περὶ τοῦ ψευδομένου μάχωνται. τὸ γάρ, ἄριστε, συμπεπλεγμένον τι δι᾽ ἀντικειμένων μὴ φάναι ψεῦδος εὐπόρως εἶναι, λόγους δὲ πάλιν αὖ φάναι τινὰς ἀληθῆ τὰ λήμματα καὶ τὰς ἀγωγὰς ὑγιεῖς ἔχοντας ἔτι καὶ τὰ ἀντικείμενα τῶν συμπερασμάτων ἔχειν ἀληθῆ, ποίαν ἔννοιαν ἀποδείξεως τίνα πίστεως οὐκ ἀνατρέπει πρόληψιν; τὸν μέν γε πολύποδά φασι τὰς πλεκτάνας αὑτοῦ περιβιβρώσκειν ὥρᾳ χειμῶνος, δὲ Χρυσίππου διαλεκτικὴ τὰ κυριώτατα μέρη καὶ τὰς ἀρχὰς αὑτῆς ἀναιροῦσα καὶ περικόπτουσα τίνα τῶν ἄλλων ἐννοιῶν ἀπολέλοιπεν ἀνύποπτον; οὐ γὰρ οἷόν τε δήπου καὶ τὰ ἐποικοδομούμενα μὴ βέβαια κεῖσθαι καὶ πάγια, τῶν πρώτων μὴ μενόντων ἀπορίας δὲ καὶ ταραχὰς ἐχόντων τηλικαύτας. ἀλλ᾽ ὥσπερ οἱ πηλὸν κονιορτὸν ἐπὶ τοῦ σώματος ἔχοντες τὸν ἁπτόμενον αὐτῶν [p. 287] καὶ προσαναχρωννύμενον οὐ κινεῖν ἀλλὰ προσβάλλειν τὸ τραχῦνον δοκοῦσιν: οὕτως ἔνιοι τοὺς Ἀκαδημαϊκοὺς αἰτιῶνται καὶ νομίζουσι τὰς αἰτίας παρέχειν ὧν ἀναπεπλησμένους ἀποδεικνύουσιν αὐτούς: ἐπεὶ τάς γε κοινὰς ἐννοίας τίνες μᾶλλον διαστρέφουσιν; εἰ δὲ βούλει, τὸ κατηγορεῖν ἐκείνων ἀφέντες, ὑπὲρ ὧν ἐγκαλοῦσιν ἡμῖν ἀπολογησώμεθα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: