previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

βούλει τὸ ἣδιστον αὐτοῦ τῆς γλαφυρίας καὶ πιθανότητος ἱστορῆσαι; ‘ὥσπερ γὰρ αἱ κωμῳδίαιφησὶνἐπιγράμματα γελοῖα φέρουσιν, καθ᾽ αὑτὰ μέν ἐστι φαῦλα τῷ δ᾽ ὅλῳ ποιήματι χάριν τινὰ προστίθησιν, οὕτω ψέξειας ἂν αὐτὴν ἐφ᾽ ἑαυτῆς τὴν κακίαν: τοῖς δ᾽ ὅλοις οὐκ ἄχρηστός ἐστι.’ πρῶτον μὲν οὖν τὴν κακίαν γεγονέναι κατὰ τὴν τοῦ θεοῦ πρόνοιαν, ὥσπερ τὸ φαῦλον ἐπίγραμμα γέγονε κατὰ τὴν τοῦ ποιητοῦ βούλησιν, πᾶσαν ἐπίνοιαν ἀτοπίας ὑπερβάλλει. τί γὰρ μᾶλλον ἀγαθῶν κακῶν δοτῆρες ἔσονται; πῶς δ᾽ ἔτι θεοῖς ἐχθρὸν κακία καὶ θεομισές; τί πρὸς τὰ τοιαῦτα δυσφημήματα λέγειν ἕξομεν, ὡς
θεὸς μὲν αἰτίαν φύει βροτοῖς,
ὅταν κακῶσαι δῶμα παμπήδην θέλῃ
[p. 303] καί
τίς τ᾽ ἂρ σφῶε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι;
ἔπειτα δὲ τὸ μὲν φαῦλον ἐπίγραμμα τὴν κωμῳδίαν κοσμεῖ καὶ συνεργεῖ πρὸς τὸ τέλος αὐτῆς, ἐφιεμένης τοῦ γελοίου κεχαρισμένου τοῖς θεαταῖς: δὲ πατρῷος καὶ ὕπατος καὶ θεμίστιος Ζεὺς καὶ ἀριστοτέχνας, κατὰ Πίνδαρον, οὐ δρᾶμα δήπου μέγα καὶ ποικίλον καὶ πολυμερὲς δημιουργῶν τὸν κόσμον, ἀλλὰ θεῶν καὶ ἀνθρώπων ἄστυ κοινόν, συννεμησομένων μετὰ δίκης καὶ ἀρετῆς ὁμολογουμένως καὶ μακαρίως, τί πρὸς τὸ κάλλιστον τοῦτο καὶ σεμνότατον τέλος ἐδεῖτο λῃστῶν καὶ ἀνδροφόνων καὶ πατροκτόνων καὶ τυράννων; οὐ γὰρ ἡδὺ τῷ θείῳ καὶ κομψὸν κακία γέγονεν ἐπεισόδιον, οὐδὲ δι᾽ εὐτραπελίαν ἀδικία καὶ γέλωτα καὶ βωμολοχίαν προστέτριπται τοῖς πράγμασιν, ὑφ᾽ ὧν οὐδ᾽ ὄναρ ἰδεῖν ἔστι τῆς ὑμνουμένης ὁμολογίας. ἔτι τὸ μὲν φαῦλον ἐπίγραμμα τοῦ ποιήματος πολλοστημόριόν ἐστι καὶ μικρὸν ἐπέχει παντάπασιν ἐν τῇ κωμῳδίᾳ χωρίον, καὶ οὔτε πλεονάζει τὰ τοιαῦτα οὔτε τῶν εὖ πεποιῆσθαι δοκούντων ἀπόλλυσι καὶ λυμαίνεται τὴν χάριν: τῆς δὲ κακίας ἀναπέπλησται πάντα πράγματα καὶ πᾶς βίος εὐθὺς ἐκ παρόδου καὶ ἀρχῆς ἄχρι κορωνίδος ἀσχημονῶν καὶ ἐκπίπτων καὶ [p. 304] ταραττόμενος καὶ μηδὲν ἔχων μέρος καθαρὸν μηδ᾽ ἀνεπίληπτον, ὡς οὗτοι λέγουσιν, αἴσχιστόν ἐστι δραμάτων ἁπάντων καὶ ἀτερπέστατον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: