next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Λαμπρίας. σοὶ μὲν εἰκός, Διαδούμενε, μὴ πάνυ μέλειν, εἴ τινι δοκεῖτε παρὰ τὰς κοινὰς φιλοσοφεῖν ἐννοίας ὁμολογοῦντί γε καὶ τῶν αἰσθήσεων περιφρονεῖν, ἀφ᾽ ὧν σχεδὸν αἱ πλεῖσται γεγόνασιν ἔννοιαι, τήν γε περὶ τὰ φαινόμενα πίστιν ἕδραν ἔχουσαι καὶ ἀσφάλειαν. ἐμὲ δὲ πολλῆς, ὣς γ᾽ ἐμαυτῷ φαίνομαι, καὶ ἀτόπου μεστὸν ἥκοντα ταραχῆς εἴτε τισὶ λόγοις εἴτ᾽ ἐπῳδαῖς εἴτ᾽ ἄλλον ἐπίστασαι τρόπον παρηγορίας οὐκ ἂν φθάνοις ἰατρεύων οὕτω σοι διασέσεισμαι καὶ γέγονα μετέωρος ὑπὸ Στωικῶν ἀνδρῶν, τὰ μὲν ἄλλα βελτίστων καὶ νὴ Δία συνήθων καὶ φίλων, πικρῶς δ᾽ ἄγαν ἐγκειμένων τῇ Ἀκαδημίᾳ καὶ ἀπεχθῶς: οἵ γε πρὸς μικρὰ καὶ μετ᾽ αἰδοῦς τὰ παρ᾽ ἐμοῦ λεχθέντα σεμνῶς, οὐ γὰρ ψεύσομαι, οὐ πράως ᾐτιάσαντο: τοὺς δὲ πρεσβυτέρους μετ᾽ ὀργῆς σοφιστὰς καὶ λυμεῶνας τῶν ἐν φιλοσοφίᾳ δογμάτων ὁδῷ βαδιζόντων καὶ [p. 285] δε ξομμιινιβης νοτιτιις. ἀνατροπέας καὶ πολλὰ τούτων ἀτοπώτερα λέγοντες καὶ νομίζοντες τέλος ἐπὶ τὰς ἐννοίας ἐρρύησαν, ὡς δή τινα σύγχυσιν καὶ ἀναδασμὸν αὐταῖς ἐπάγοντας τοὺς ἐκ τῆς Ἀκαδημείας. εἶτά τις εἶπεν αὐτῶν ὡς οὐκ ἀπὸ τύχης ἀλλ᾽ ἐκ προνοίας θεῶν νομίζοι μετ᾽ Ἀρκεσίλαον καὶ πρὸ Καρνεάδου γεγονέναι Χρύσιππον, ὧν μὲν ὑπῆρξε τῆς εἰς τὴν συνήθειαν ὕβρεως καὶ παρανομίας δ᾽, ἤνθησε μάλιστα τῶν Ἀκαδημαϊκῶν: Χρύσιππος οὖν ἐν μέσῳ γενόμενος, ταῖς πρὸς Ἀρκεσίλαον ἀντιγραφαῖς καὶ τὴν Καρνεάδου δεινότητα ἐνέφραξε, πολλὰ μὲν τῇ αἰσθήσει καταλιπὼν ὥσπερ εἰς πολιορκίαν βοηθήματα, τὸν δὲ περὶ τὰς προλήψεις καὶ τὰς ἐννοίας τάραχον ἀφελὼν παντάπασι καὶ διορθώσας ἑκάστην καὶ θέμενος εἰς οἰκεῖον: ὥστε καὶ τοὺς αὖθις ἐκκρούειν τὰ πράγματα καὶ παραβιάζεσθαι βουλομένους μηδὲν περαίνειν ἀλλ᾽ ἐλέγχεσθαι κακουργοῦντας καὶ σοφιζομένους. ὑπὸ τοιούτων ἐγὼ λόγων διακεκαυμένος ἕωθεν σβεστηρίων δέομαι, καθάπερ τινὰ φλεγμονὴν ἀφαιρούντων τὴν ἀπορίαν τῆς ψυχῆς,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: