previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

διὰ τί τῶν ὑῶν αἱ μὲν ἥμεροι, πλεονάκις τίκτουσι καὶ κατ᾽ ἄλλον ἄλλαι χρόνον, αἱ δ᾽ ἄγριαι καὶ ἅπαξ καὶ περὶ τὰς αὐτὰς ἅπασαι σχεδὸν ἡμέρας; αὗται δ᾽ εἰσὶν ἀρχομένου θέρους: διὸ καὶ λέλεκται
μηκέτι νυκτὸς ὕειν, κεν τέκῃ ἀγροτέρη σῦς.

[p. 390] διὰ πλῆθος τροφῆς, ὄντωςἐν πλησμονῇ Κύπρις ;’ ἀφθονία γὰρ τροφῆς τὸ γόνιμον περίττωμα ποιεῖ καὶ φυτοῖς καὶ ζῴοις: αἱ μὲν οὖν ἄγριαι δι᾽ αὑτῶν καὶ μετὰ φόβου τὴν τροφὴν ζητοῦσι, ταῖς δ᾽ ἡμέροις ὑπάρχει διὰ παντὸς μὲν αὐτοφυὴς δ᾽ ἐκ παρασκευῆς. τὸ τῆς σχολῆς καὶ ἀσχολίας ἅμα συμβαῖνον αἴτιον; αἱ μὲν γὰρ ἀργοῦσι, μὴ βουλόμεναι πόρρω πλανᾶσθαι τῶν συφορβῶν, αἱ δ᾽ ὀρειβατοῦσαι καὶ περιθέουσαι τὴν τροφὴν διαφοροῦσι καὶ καταναλίσκουσιν εἰς τὸ σῶμα πᾶσαν: ὥστε διὰ τὸ ἀεὶ συνεῖναι μὴ γίνεσθαι περίττωμα ... , καὶ τὸ συντρέφεσθαι καὶ συναγελάζεσθαι τὰ θήλεα τοῖς ἄρρεσιν, ἀνάμνησιν ποιεῖ τῶν ἀφροδισίων καὶ συνεκκαλεῖται τὴν ὄρεξιν ὡς ἐπ᾽ ἀνθρώπων Ἐμπεδοκλῆς ἐποίησε

τῷ δέ τι καὶ πόθος εἴτε διὰ πέψεως ἀμμίσγων:
ἐν δὲ τοῖς ἀγρίοις, ἀποτρόφοις οὖσιν ἀλλήλων, τὸ ἄστοργον καὶ δυσεπίμικτον ἀμβλύνει καὶ ἀνασβέννυσι τὰς ὁρμάς. καὶ τὸ λεγόμενον ὑπ᾽ Ἀριστοτέλους ἀληθές ἐστιν, ὅτιχλούνηνὍμηρος ὠνόμασε [p. 391] σῦν τὸν μόνορχιν; τῶν γὰρ πλείστων φησὶ προσκνωμένων τοῖς στελέχεσι θρύπτεσθαι τοὺς ὄρχεις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: