previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πάλιν δὲ τοῖς Ἀθηναίοις οὐκ ἔχων τι χρήσαιτο, ποτὲ μὲν αἴρει ποτὲ καταβάλλει τὴν [p. 257] πόλιν ἄνω καὶ κάτω μεταφέρων, οὓς Τεγεάταις μὲν εἰς ἀγῶνα λέγει περὶ τῶν δευτερείων καταστάντας Ἡρακλειδῶν τε μεμνῆσθαι καὶ τὰ πρὸς Ἀμαζόνας πραχθέντα προφέρειν ταφάς τε Πελοποννησίων τῶν ὑπὸ τῇ Καδμείᾳ πεσόντων: καὶ τέλος, εἰς τὸν Μαραθῶνα καταβαίνειν τῷ λόγῳ φιλοτιμουμένους καὶ ἀγαπῶντας ἡγεμονίας τυχεῖν τοῦ ἀριστεροῦ κέρως ὀλίγον δ᾽ ὕστερον αὐτοῖς Παυσανίαν καὶ Σπαρτιάτας τῆς ἡγεμονίας ὑφίεσθαι καὶ παρακαλεῖν, ὅπως κατὰ Πέρσας ἀντιταχθῶσι τὸ δεξιὸν κέρας παραλαβόντες, αὐτοῖς δὲ παραδόντες τὸ εὐώνυμον, ὡς ἀηθείᾳ τὴν πρὸς τοὺς βαρβάρους μάχην ἀπολεγομένους. καίτοι γελοῖον, εἰ συνήθεις; εἶεν οἱ πολέμιοι, μάχεσθαι μὴ θέλειν. ἀλλὰ τοὺς γ᾽ ἄλλους Ἕλληνας εἰς ἕτερον τῶν στρατηγῶν ἀγομένους στρατόπεδον, ‘ὡς ἐκινήθησαν, φησὶ φεύγειν ἀσμένως τὴν ἵππον πρὸς τὴν τῶν Πλαταιέων πόλιν: φεύγοντας δ᾽ ἀφικέσθαι πρὸς τὸ Ἡραῖονἐν καὶ ἀπείθειαν καὶ λιποταξίαν καὶ προδοσίαν ὁμοῦ τι πάντων κατηγόρησε. τέλος μόνους φησὶ τοῖς μὲν βαρβάροις Λακεδαιμονίους καὶ Τεγεάτας τοῖς δὲ Θηβαίοις Ἀθηναίους συμπεσόντας διαγωνίσασθαι, τὰς δ᾽ ἄλλας πόλεις ὁμαλῶς ἁπάσας τοῦ κατορθώματος ἀπεστέρηκεν: ‘οὐδένα συνεφάψασθαι τοῦ ἀγῶνος, ἀλλὰ καθημένους πάντας τῶν ὅπλων καταλιπεῖν [p. 258] καὶ προδοῦναι τοὺς ὑπὲρ αὐτῶν μαχομένους: ὀψὲ δὲ Φλιασίους καὶ Μεγαρέας πυθομένους νικῶντα Παυσανίαν, προσφερομένους καὶ ἐμπεσόντας εἰς τὸ Θηβαίων ἱππικόν, οὐδενὶ λόγῳ διαφθαρῆναι Κορινθίους δὲ τῇ μὲν μάχῃ μὴ παραγενέσθαι, μετὰ δὲ τὴν νίκην ἐπειγομένους διὰ τῶν λόφων, μὴ περιπεσεῖν τοῖς ἱππεῦσι τῶν Θηβαίων:’ οἱ γὰρ Θηβαῖοι, τῆς τροπῆς γενομένης, προϊππεύοντες τῶν βαρβάρων προθύμως παρεβοήθουν φεύγουσιν αὐτοῖς, δηλονότι τῶν ἐν Θερμοπύλαις στιγμάτων χάριν ἀποδιδόντες. ἀλλὰ Κορινθίους γε καὶ τάξιν ἣν ἐμάχοντο τοῖς βαρβάροις, καὶ τέλος ἡλίκον ὑπῆρξεν αὐτοῖς ἀπὸ τοῦ Πλαταιᾶσιν ἀγῶνος ἔξεστι Σιμωνίδου πυθέσθαι γράφοντος ἐν τούτοις
μέσσοι δ᾽ οἳ τ᾽ Ἔφυραν πολυπίδακα ναιετάοντες,
παντοίης ἀρετῆς ἴδριες ἐν πολέμῳ,
οἵ τε πόλιν Γλαύκοιο, Κορίνθιον ἄστυ, νέμοντες,
οἵ ... κάλλιστον μάρτυν ἔθεντο πόνων
χρυσοῦ τιμήεντος ἐν αἰθέρι καί σφιν ἀέξει
αὐτῶν τ᾽ εὐρεῖαν κληδόνα καὶ πατέρων.
ταῦτα γὰρ οὐ χορὸν ἐν Κορίνθῳ διδάσκων οὐδ᾽ ᾆσμα ποιῶν εἰς τὴν πόλιν, ἄλλως δὲ τὰς πράξεις ἐκείνας, ἐλεγείᾳ γράφων, ἱστόρηκεν. δὲ [p. 259] προλαμβάνων τὸν ἔλεγχον τοῦ ψεύσματος τῶν ἐρησομένωνπόθεν οὖν πολυάνδρια καὶ θῆκαι τοσαῦται καὶ μνήματα νεκρῶν, ἐν οἷς ἐναγίζουσιν ἄχρι νῦν Πλαταιεῖς τῶν Ἑλλήνων συμπαρόντωναἴσχιον, ὡς οἶμαι, τῆς προδοσίας τῶν γενεῶν κατηγόρηκεν ἐν τούτοιςτῶν δὲ ἄλλων ὅσοι καὶ φαίνονται ἐν Πλαταιῇσι ἐόντες τάφοι, τούτους δέ, ὡς ἐγὼ πυνθάνομαι, αἰσχυνομένους τῇ ἀπεστοῖ τῆς μάχης ἑκάστους χώματα χῶσαι κεινὰ τῶν ἐπιγινομένων εἵνεκ᾽ ἀνθρώπωνταύτην τὴν ἀπεστὼ τῆς μάχης προδοσίαν οὖσαν Ἡρόδοτος ἀνθρώπων μόνος ἁπάντων ἢκουσε, Παυσανίαν δὲ καὶ Ἀριστείδην καὶ Λακεδαιμονίους καὶ Ἀθηναίους ἔλαθον οἱ Ἕλληνες ἐγκαταλιπόντες τὸν κίνδυνον καὶ οὔτ᾽ Αἰγινήτας Ἀθηναῖοι διαφόρους ὄντας εἶρξαν τῆς ἐπιγραφῆς, οὔτε Κορινθίους ἤλεγξαν, οὓς πρότερον νικῶντες φεύγειν ἀπὸ Σαλαμῖνος, ἀντιμαρτυρούσης αὐτοῖς τῆς Ἑλλάδος. καίτοι Κλεάδας ἦν Πλαταιεύς, ὃς ἔτεσι , δέκα ὔστερον τῶν Μηδικῶν Αἰγινήταις χαριζόμενος, ὥς φησιν Ἡρόδοτος, ἐπώνυμον ἔχωσεν αὐτῶν πολυάνδριον. Ἀθηναῖοι δὲ καὶ Λακεδαιμόνιοι τί παθόντες εὐθὺς τότε πρὸς μὲν ἀλλήλους ὀλίγον ἐδέησαν εἰς χεῖρας ἐλθεῖν περὶ τοῦ τροπαίου τῆς [p. 260] ἀναστάσεως : τοὺς δ᾽ Ἕλληνας ἀποδειλιάσαντας καὶ ἀποδράντας οὐκ ἀπήλαυνον τῶν ἀριστείων, ἀλλ᾽ ἐνέγραφον τοῖς τροπαίοις καὶ τοῖς κολοσσοῖς καὶ μετεδίδοσαν τῶν λαφύρων τέλος δὲ τῷ βωμῷ τοὐπίγραμμα τοῦτο γράφοντες ἐνεχάραξαν
τόνδε ποθ᾽ Ἕλληνες Νίκης κράτει, ἔργῳ Ἄρηος,
εὐτόλμῳ ψυχῆς λήματι πειθόμενοι,
Πέρσας ἐξελάσαντες, ἐλευθέρᾳ Ἑλλάδι κοινὸν
ἱδρύσαντο Διὸς βωμὸν Ἐλευθερίου;
μὴ καὶ τοῦτο Κλεάδας τις ἄλλος, Ἡρόδοτε, κολακεύων τὰς πόλεις ἐπέγραψε; τί οὖν ἐδέοντο τὴν γῆν ὀρύσσοντες διακενῆς ἔχειν πράγματα καὶ ῥᾳδιουργεῖν χώματα καὶ μνήματα τῶν ἐπιγινομένων ἕνεκ᾽ ἀνθρώπων κατασκευάζοντες, ἐν τοῖς ἐπιφανεστάτοις καὶ μεγίστοις ἀναθήμασι τὴν δόξαν αὑτῶν καθιερουμένην ὁρῶντες; καὶ μὴν Παυσανίας, ὡς λέγουσιν, ἤδη τυραννικὰ φρονῶν ἐπέγραψεν ἐν Δελφοῖς
Ἑλλήνων ἀρχηγὸς ἐπεὶ στρατὸν ὤλεσε Μήδων
Παυσανίας, Φοίβῳ μνῆμ᾽ ἀνέθηκε τόδε,
κοινούμενος ἁμωσγέπως τοῖς Ἕλλησι τὴν δόξαν ὧν ἑαυτὸν ἀνηγόρευσεν ἡγεμόνα τῶν δ᾽ Ἑλλήνων οὐκ ἀνασχομένων ἀλλ᾽ ἐγκαλούντων, πέμψαντες εἰς Δελφοὺς Λακεδαιμόνιοι τοῦτο μὲν ἐξεκόλαψαν, τὰ δ᾽ [p. 261] ὀνόματα τῶν πόλεων, ὥσπερ ἦν δίκαιον, ἐνεχάραξαν. καίτοι πῶς εἰκός ἐστιν τοὺς Ἕλληνας ἀγανακτεῖν τῆς ἐπιγραφῆς μὴ μετασχόντας, εἰ συνῄδεσαν ἑαυτοῖς τὴν ἀπόλειψιν τῆς μάχης, Λακεδαιμονίους τὸν ἡγεμόνα καὶ στρατηγὸν ἐκχαράξαντας, ἐπιγράψαι τοὺς ἐγκαταλιπόντας καὶ περιιδόντας τὸν κίνδυνον; ὡς δεινότατόν ἐστιν, εἰ Σωφάνης μὲν καὶ Ἀείμνηστος καὶ πάντες οἱ διαπρεπῶς ἀγωνισάμενοι τὴν μάχην ἐκείνην οὐδὲ Κυθνίων ἐπιγραφομένων τοῖς τροπαίοις οὐδὲ Μηλίων ἠχθέσθησαν Ἡρόδοτος: δὲ τρισὶ μόναις πόλεσιν ἀναθεὶς τὸν ἀγῶνα τὰς ἄλλας πάσας ἐκχαράττει τῶν τροπαίων καὶ τῶν ἱερῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: