previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐν δὲ τῇ ἐνάτῃ καὶ τελευταίᾳ τῶν βίβλων, [p. 256] ὅσον ἦν ὑπόλοιπον ἔτι τῆς πρὸς Λακεδαιμονίους αὐτῷ δυσμενείας, ἐκχέαι σπεύδων τὸ παρ᾽ αὑτὸν ἀφείλετο τὴν ἀοίδιμον νίκην καὶ τὸ περιβόητον Πλαταιᾶσι κατόρθωμα τῆς πόλεως: γέγραφε γὰρ ὡςπρότερον μὲν ὠρρώδουν τοὺς Ἀθηναίους, μὴ πεισθέντες ὑπὸ Μαρδονίου τοὺς Ἕλληνας ἐγκαταλίπωσιν: τοῦ δ᾽ Ἰσθμοῦ τειχισθέντος ἐν ἀσφαλεῖ θέμενοι τὴν Πελοπόννησον ἠμέλουν ἢδη τῶν ἄλλων καὶ περιεώρων, ἑορτάζοντες οἴκοι καὶ τοὺς πρέσβεις τῶν Ἀθηναίων κατειρωνευόμενοι καὶ διατρίβοντεςπῶς οὖν ἐξῆλθον εἰς Πλαταιὰς πεντακισχίλιοι Σπαρτιᾶται, περὶ αὑτὸν ἔχων ἀνὴρ ἕκαστος ἑπτὰ εἵλωτας; πῶς κίνδυνον ἀράμενοι τοσοῦτον ἐκράτησαν καὶ κατέβαλον μυριάδας τοσαύτας; ἄκουσον αἰτίας πιθανῆς: ‘ἔτυχεφησὶνἐν Σπάρτῃ παρεπιδημῶν ἐκ Τεγέας ἀνὴρ ὄνομα Χείλεως, φίλοι τινὲς καὶ ξένοι τῶν ἐφόρων ἦσαν: οὗτος οὖν ἔπεισεν αὐτοὺς ἐκπέμψαι τὸ στράτευμα, λέγων ὅτι τοῦ διατειχίσματος οὐδὲν ὄφελός ἐστι Πελοποννησίοις, ἂν Ἀθηναῖοι Μαρδονίῳ προσγένωνταιτοῦτο Παυσανίαν ἐξήγαγεν εἰς Πλαταιὰς μετὰ τῆς δυνάμεως: εἰ δέ τι κατέσχεν οἰκεῖον ἐν Τεγέᾳ πρᾶγμα τὸν Χείλεων ἐκεῖνον, οὐκ ἂν Ἑλλὰς περιεγένετο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: