previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τῶν τοίνυν αἰτιῶν τῶν κατὰ Θεμιστοκλέους ἀνέδην ἐμφορηθείς, ἐν οἷς κλέπτοντα καὶ πλεονεκτοῦντα λάθρα τῶν ἄλλων στρατηγῶν οὔ φησι παύσασθαι περὶ τὰς νήσους : τέλος αὐτῶν Ἀθηναίων τὸν στέφανον ἀφελόμενος Αἰγινήταις ἐπιτίθησι, γράφων ταῦταπέμψαντες ἀκροθίνια, οἱ Ἕλληνες εἰς Δελφοὺς ἐπηρώτων τὸν θεὸν κοινῇ, εἰ λελάβηκε πλήρεα καὶ ἀρεστὰ τὰ ἀκροθίνια: δὲ παρ᾽ Ἑλλήνων μὲν τῶν ἄλλων ἔφησε ἔχειν, παρ᾽ Αἰγινητέων δὲ οὒ : ἀλλ᾽ ἀπαίτεε αὐτοὺς τὰ ἀριστεῖα τῆς ἐν Σαλαμῖνι ναυμαχίας.’ οὐκέτι Σκύθαις οὐδὲ Πέρσαις οὐδ᾽ Αἰγυπτίοις τοὺς ἑαυτοῦ λόγους ἀνατίθησι πλάττων, ὥσπερ Αἴσωπος κόραξι καὶ πιθήκοις, ἀλλὰ τῷ τοῦ Πυθίου προσώπῳ χρώμενος, ἀπωθεῖ τῶν ἐν Σαλαμῖνι πρωτείων τὰς Ἀθήνας. Θεμιστοκλεῖ δὲ τῶν δευτερείων ἐν Ἰσθμῷ γενομένων διὰ τὸ τῶν στρατηγῶν ἕκαστον αὑτῷ μὲν τὸ πρωτεῖον ἐκείνῳ δὲ τὸ δευτερεῖον ἀποδοῦναι, καὶ τέλος τῆς κρίσεως μὴ λαβούσης, δέον αἰτιάσασθαι τὴν φιλοτιμίαν τῶν στρατηγῶν, πάντας ἀποπλεῦσαί φησι τοὺς Ἕλληνας ὑπὸ φθόνου μὴ βουληθέντας ἀναγορεῦσαι τὸν ἄνδρα πρῶτον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: