Click on a word to bring up parses, dictionary entries, and frequency statistics
διηγούμενος δὲ συμπεσοῦσαν ναυαγίαν ταῖς
βασιλικαῖς ναυσὶ καὶ ὅτι ‘πολλῶν χρημάτων ἐκπεσόντων,
Ἀμεινοκλῆς ὁ Κρητίνεω Μάγνης ἀνὴρ
ὠφελήθη μεγάλως, χρυσία ἄφατα καὶ χρήματα περιβαλόμενος:’ οὐδὲ τοῦτον ἄδηκτον παρῆκεν, ‘ἀλλ᾽ ὁ μὲν τἄλλα’ φησὶν ‘οὐκ εὐτυχέων εὑρήμασι μέγα πλούσιος ἐγένετο ἦν γάρ τις καὶ τοῦτον ἄχαρις συμφορὴ λυπεῦσα παιδοφόνος.’ τοῦτο μὲν οὖν παντὶ
δῆλον, ὅτι τὰ χρυσᾶ χρήματα καὶ τὰ εὑρήματα καὶ τὸν ἐκβρασσόμενον ὑπὸ τῆς θαλάσσης πλοῦτον ἐπεισήγαγε τῇ ἱστορίᾳ, χώραν καὶ τόπον ποιῶν, ἐν
ᾧ θήσεται τὴν Ἀμεινοκλέους παιδοφονίαν.
[p. 236]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.