previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἔτι δὲ πλείονα λέγειν προθυμουμένου τοῦ Πρωτογένους, ἀντικρούσας Δαφναῖοςεὖ γε νὴ Δί᾽ἔφητοῦ Σόλωνος ἐμνήσθης; καὶ χρηστέον αὐτῷ γνώμονι τοῦ ἐρωτικοῦ ἀνδρός,
ἔσθ᾽ 1 ἥβης ἐρατοῖσιν ἐπ᾽ ἄνθεσι παιδοφιλήσῃ
2 μηρῶν ἱμείρων 3 καὶ γλυκεροῦ στόματος.
[p. 403] πρόσλαβε δὲ τῷ Σόλωνι καὶ τὸν Αἰσχύλον λέγοντα
σέβας δὲ μηρῶν ἁγνὸν 4 οὐκ ἐπῃδέσω 5,
6 δυσχάριστε τῶν πυκνῶν 7 φιλημάτων
ἕτεροι μὲν γὰρ καταγελῶσιν αὐτῶν, εἰ καθάπερ θύτας καὶ μάντεις εἰς τὰ μηρία καὶ τὴν ὀσφὺν ἀποβλέπειν τοὺς ἐραστὰς κελεύουσιν ἐγὼ δὲ παμμέγεθες τοῦτο ποιοῦμαι σημεῖον ὑπὲρ τῶν γυναικῶν εἰ γὰρ παρὰ φύσιν ὁμιλία πρὸς ἄρρενας οὐκ ἀναιρεῖ τὴν ἐρωτικὴν εὔνοιαν οὐδὲ βλάπτει, πολὺ μᾶλλον εἰκός ἐστι τὸν 8 γυναικῶν 9 ἀνδρῶν ἔρωτα τῇ φύσει χρώμενον εἰς φιλίαν διὰ χάριτος ἐξικνεῖσθαι. χάρις γὰρ οὖν, Πρωτόγενες, τοῦ θήλεος ὕπειξις τῷ ἄρρενι κέκληται πρὸς τῶν παλαιῶν: ὡς καὶ Πίνδαρος 10 ἔφη τὸν Ἥφαιστονἄνευ χαρίτωνἐκ τῆς Ἥρας γενέσθαι καὶ τὴν οὔπω γάμων ἔχουσαν ὥραν Σαπφὼ προσαγορεύουσά φησιν, ὅτι
σμίκρα μοι 11 πάις ἔμμεν ἐφαίνεο κἄχαρις.
δ᾽ Ἡρακλῆς ὑπό τινος ἐρωτᾶται,
βίᾳ δ᾽ ἔπραξας 12 χάριτας πείσας κόρην;.
13 δ᾽ ἀπὸ τῶν ἀρρένων ἀκόντων μὲν μετὰ 14 βίας γενομένη 15 καὶ λεηλασίας, ἂν δ᾽ ἑκουσίως, σὺν μαλακίᾳ [p. 404] καὶ θηλύτητι, ‘βαίνεσθαικατὰ Πλάτωνα 16νόμῳ τετράποδος καὶ παιδοσπορεῖσθαιπαρὰ φύσιν ἐνδιδόντων, ἄχαρις χάρις 17 παντάπασι καὶ ἀσχήμων καὶ ἀναφρόδιτος. ὅθεν, οἶμαι, καὶ Σόλων ἐκεῖνα μὲν ἔγραψε νέος ὢν ἔτι καὶσπέρματος πολλοῦ μεστόςὡς Πλάτων 18 φησί: ταυτὶ δὲ πρεσβύτης γενόμενος
ἔργα δὲ Κυπρογενοῦς νῦν μοι φίλα καὶ Διονύσου
19 καὶ Μουσέων, τίθησ᾽ 20 ἀνδράσιν εὐφροσύνας:
ὥσπερ ἐκ ζάλης καὶ χειμῶνος καὶ τῶν παιδικῶν 21 ἐρώτων ἔν τινι γαλήνῃ τῇ περὶ γάμον καὶ φιλοσοφίαν θέμενος τὸν βίον. εἰ μὲν οὖν τἀληθὲς 22 σκοποῦμεν, Πρωτόγενες ἓν καὶ ταὐτόν ἐστι πρὸς παῖδας καὶ γυναῖκας πάθος τὸ τῶν Ἐρώτων εἰ δὲ βούλοιο φιλονεικῶν διαιρεῖν, οὐ μέτρι᾽ ἂν 23 δόξειε ποιεῖν παιδικὸς οὗτος, ἀλλ᾽ ὥσπερ ὀψὲ γεγονὼς καὶ παρ᾽ ὥραν τῷ βίῳ νόθος καὶ σκότιος ἐξελαύνειν 24 τὸν γνήσιον Ἔρωτα καὶ πρεσβύτερον. ἐχθὲς γάρ, ἑταῖρε, καὶ πρῴην μετὰ τὰς ἀποδύσεις καὶ ἀπογυμνώσεις τῶν νέων παραδὺς 25 εἰς τὰ γυμνάσια καὶ προσανατριβόμενος ἡσυχῆ καὶ προσεμβαλών 26, εἶτα κατὰ μικρὸν ἐν ταῖς παλαίστραις πτεροφυήσας οὐκέτι καθεκτὸς ἐστιν, ἀλλὰ λοιδορεῖ καὶ προπηλακίζει τὸν γαμήλιον ἐκεῖνον καὶ συνεργὸν ἀθανασίας τῷ θνητῷ [p. 405] γένει, σβεννυμένην ἡμῶν τὴν φύσιν εὐθὺς 27 ἐξανάπτοντα διὰ τῶν γενέσεων. οὗτος; δ᾽ ἀρνεῖται τὴν ἡδονήν: αἰσχύνεται γὰρ καὶ φοβεῖται. δεῖ δέ τινος εὐπρεπείας ἁπτομένῳ καλῶν καὶ ὡραίων: πρόφασις οὖν φιλία καὶ ἀρετή. κονίεται δὲ καὶ ψυχρολουτεῖ καὶ τὰς ὀφρῦς αἴρει καὶ φιλοσοφεῖν φησι καὶ σωφρονεῖν ἔξω διὰ τὸν νόμον: εἶτα νύκτωρ καὶ καθ᾽ ἡσυχίαν
γλυκεῖ᾽ 28 ὀπώρα φύλακος ἐκλελοιπότος.
29 εἰ δ᾽, ὥς φησι Πρωτογένης, οὐκ ἔστιν ἀφροδισίων παιδικῶν κοινωνία 30, πῶς Ἔρως ἔστιν Ἀφροδίτης μὴ παρούσης, ἣν εἴληχε θεραπεύειν ἐκ θεῶν καὶ περιέπειν, τιμῆς τε μετέχειν καὶ δυνάμεως ὅσον ἐκείνη δίδωσιν; εἰ δ᾽ ἔστι τις Ἔρως χωρὶς Ἀφροδίτης, ὥσπερ μέθη χωρὶς οἴνου πρὸς σύκινον 31 πῶμα 32 καὶ κρίθινον, ἄκαρπον αὐτοῦ καὶ ἀτελὲς τὸ ταρακτικὸν ἐστι καὶ πλήσμιον καὶ ἁψίκορον.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: