previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

γενομένου δὲ γέλωτος, Πρωτογένηςἐγὼ δέ σοι δοκῶεἶπενἔρωτι νῦν πολεμεῖν, οὐχ ὑπὲρ Ἔρωτος διαμάχεσθαι πρὸς ἀκολασίαν καὶ ὕβριν αἰσχίστοις πράγμασι καὶ πάθεσιν εἰς τὰ κάλλιστα καὶ σεμνότατα τῶν ὀνομάτων εἰσβιαζομένηνκαὶ Δαφναῖοςαἴσχιστα δὲ καλεῖςἔφηγάμον καὶ σύνοδον ἀνδρὸς καὶ γυναικός, ἧς οὐ γέγονεν οὐδ᾽ ἔστιν ἱερωτέρα κατάζευξις;’ ‘ἀλλὰ ταῦτα μένεἶπεν Πρωτογένηςἀναγκαῖα πρὸς γένεσιν ὄντα σεμνύνουσιν οὐ φαύλως οἱ νομοθέται καὶ κατευλογοῦσι πρὸς τοὺς πολλούς: ἀληθινοῦ δ᾽ Ἔρωτος οὐδ᾽ ὁτιοῦν τῇ γυναικωνίτιδι 1 μέτεστιν, οὐδ᾽ ἐρᾶν ὑμᾶς ἔγωγέ φημι τοὺς γυναιξὶ προσπεπονθότας παρθένοις, ὥσπερ οὐδὲ μυῖαι 2 γάλακτος οὐδὲ μέλιτται κηρίων ἐρῶσιν, οὐδὲ σιτευταὶ καὶ μάγειροι φίλα φρονοῦσι 3 πιαίνοντες ὑπὸ σκότῳ μόσχους καὶ ὄρνιθας. ἀλλ᾽ ὥσπερ ἐπὶ σιτίον ἄγει καὶ ὄψον φύσις μετρίως καὶ ἱκανῶς τὴν ὄρεξιν, δ᾽ ὑπερβολὴ πάθος ἐνεργασαμένη λαιμαργία τις φιλοψία 4 καλεῖται: οὕτως ἔνεστι τῇ φύσει τὸ δεῖσθαι τῆς ἀπ᾽ ἀλλήλων ἡδονῆς γυναῖκας καὶ ἄνδρας, τὴν δ᾽ ἐπὶ τοῦτο κινοῦσαν ὁρμὴν σφοδρότητι καὶ ῥώμῃ 5 γενομένην πολλὴν καὶ δυσκάθεκτον οὐ προσηκόντως Ἔρωτα καλοῦσιν. ἔρως γὰρ εὐφυοῦς καὶ νέας ψυχῆς 6 ἁψάμενος εἰς ἀρετὴν διὰ φιλίας τελευτᾷ: ταῖς δὲ πρὸς γυναῖκας ἐπιθυμίαις ταύταις, ἂν ἄριστα [p. 401] πέσωσιν, ἡδονὴν περίεστι καρποῦσθαι καὶ ἀπόλαυσιν ὥρας καὶ σώματος, ὡς ἐμαρτύρησεν Ἀρίστιππος 7, τῷ κατηγοροῦντι Λαΐδος πρὸς αὐτὸν ὡς οὐ φιλούσης ἀποκρινάμενος, ὅτι καὶ τὸν οἶνον οἴεται καὶ τὸν ἰχθῦν μὴ φιλεῖν αὐτόν, ἀλλ᾽ ἡδέως ἑκατέρῳ χρῆται: τέλος γὰρ ἐπιθυμίας ἡδονὴ καὶ ἀπόλαυσις. ἔρως δὲ προσδοκίαν φιλίας ἀποβαλὼν οὐκ ἐθέλει παραμένειν οὐδὲ θεραπεύειν ἐφ᾽ ὥρᾳ τὸ λυποῦν 8 καὶ ἀκμάζον, εἰ καρπὸν ἤθους οἰκεῖον εἰς φιλίαν καὶ ἀρετὴν οὐκ ἀποδίδωσιν. ἀκούεις δέ τινος τραγικοῦ γαμέτου λέγοντος πρὸς τὴν γυναῖκα
μισεῖς; ἐγὼ δὲ ῥᾳδίως μισήσομαι,
9 πρὸς κέρδος ἕλκων τὴν ἐμὴν ἀτιμίαν.
τούτου γὰρ οὐδέν ἐστιν ἐρωτικώτερος 10 μὴ διὰ κέρδος ἀλλ᾽ ἀφροδισίων ἕνεκα καὶ συνουσίας ὑπομένων γυναῖκα μοχθηρὰν καὶ ἄστοργον ὥσπερ Στρατοκλεῖ τῷ ῥήτορι Φιλιππίδης κωμικὸς ἐπεγγελῶν ἐποίησεν
ἀποστρεφομένης τὴν κορυφὴν φιλεῖς μόλις
11 εἰ δ᾽ οὖν καὶ τοῦτο τὸ πάθος δεῖ καλεῖν Ἔρωτα, θῆλυν 12 καὶ νόθον ὥσπερ εἰς Κυνόσαργες συντελοῦντα τὴν γυναικωνῖτιν: μᾶλλον δ᾽ ὥσπερ ἀετὸν τινα λέγουσι γνήσιον καὶ ὀρεινόν 13, ὃν Ὅμηρος 14 [p. 402]μέλανακαὶθηρευτήνπροσεῖπεν ἄλλα δὲ γένη νόθων ἐστὶν ἰχθῦς περὶ ἕλη καὶ ὄρνιθας ἀργοὺς λαμβανόντων, ἀπορούμενοι δὲ πολλάκις ἀναφθέγγονταί τι λιμῶδες καὶ ὀδυρτικόν: οὕτως εἷς Ἔρως γνήσιος παιδικός ἐστιν, οὐπόθῳ στίλβων,’ ὡς ἔφη τὸν παρθένιον Ἀνακρέων 15, οὐδὲμύρων ἀνάπλεως καὶ γεγανωμένος,’ ἀλλὰ λιτὸν αὐτὸν ὄψει καὶ ἄθρυπτον ἐν σχολαῖς φιλοσόφοις που περὶ γυμνάσια καὶ παλαίστρας περὶ θήραν νέων ὀξὺ μάλα καὶ γενναῖον ἐγκελευόμενον πρὸς ἀρετὴν τοῖς ἀξίοις ἐπιμελείας. τὸν δ᾽ ὑγρὸν τοῦτον καὶ οἰκουρὸν ἐν κόλποις διατρίβοντα καὶ κλινιδίοις γυναικῶν ἀεὶ διώκοντα τὰ μαλθακὰ καὶ θρυπτόμενον ἡδοναῖς ἀνάνδροις καὶ ἀφίλοις καὶ ἀνενθουσιάστοις καταβάλλειν ἄξιον, ὡς καὶ Σόλων κατέβαλε: δούλοις μὲν γὰρ ἐρᾶν ἀρρένων παίδων ὠν ἀπεῖπε καὶ ξηραλοιφεῖν, χρῆσθαι δὲ συνουσίαις γυναικῶν οὐκ ἐκώλυσε: καλὸν γὰρ φιλία καὶ ἀστεῖον, δ᾽ ἡδονὴ κοινὸν κἀνελεύθερον 16. ὅθεν οὐ δούλων ἐρᾶν παίδων ἐλευθέριόν ἐστιν οὐδ᾽ ἀστεῖον οὐ συνουσίας 17 γὰρ οὗτος ἔρως, καθάπερ τῶν 18 γυναικῶν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: