previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὸ δ᾽ ἐμπαθὲς ἐν ἀρχῇ καὶ δάκνον, μακάριε Ζεύξιππε, μὴ φοβηθῇς ὡς ἕλκος ὀδαξησμὸν: καίτοι καὶ μεθ᾽ ἕλκους ἴσως οὐδὲν 1 δεινὸν ὥσπερ τὰ δένδρα συμφυῆ γενέσθαι πρὸς γυναῖκα χρηστήν. ἕλκωσις δὲ καὶ κυήσεως ἀρχή: μῖξις γὰρ οὐκ ἔστι τῶν μὴ πρὸς ἄλληλα πεπονθότων 2. ταράττει δὲ καὶ μαθήματα παῖδας ἀρχομένους καὶ φιλοσοφία νέους: ἀλλ᾽ οὔτε τούτοις ἀεὶ παραμένει τὸ δηκτικὸν οὔτε τοῖς ἐρῶσιν 3, ἀλλ᾽ ὥσπερ ὑγρῶν πρὸς ἄλληλα συμπεσόντων ποιεῖν τινα δοκεῖ ζέσιν ἐν ἀρχῇ καὶ τάραξιν Ἔρως, εἶτα χρόνῳ καταστήσας καὶ καθαιρεθεὶς τὴν βεβαιοτάτην διάθεσιν παρέσχεν. αὕτη 4 γάρ ἐστιν ὡς ἀληθῶς δι᾽ ὅλων λεγομένη κρᾶσις, τῶν ἐρώντων: δὲ τῶν ἄλλως 5 συμβιούντων ταῖς κατ᾽ Ἐπίκουρον 6 ἁφαῖς καὶ περιπλοκαῖς ἔοικε, συγκρούσεις λαμβάνουσα καὶ ἀποπηδήσεις, ἑνότητα δ᾽ οὐ ποιοῦσα τοιαύτην, οἵαν Ἔρως ποιεῖ γαμικῆς κοινωνίας ἐπιλαβόμενος. οὔτε γὰρ ἡδοναὶ μείζονες ἀπ᾽ [p. 458] ἄλλων οὔτε χρεῖαι συνεχέστεραι πρὸς ἄλλους οὔτε φιλίας τὸ καλὸν ἑτέρας ἔνδοξον οὕτω καὶ ζηλωτόν, ὡς
ὅθ᾽ 7 ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον
8 ἀνὴρ ἠδὲ γυνή:
καὶ γὰρ νόμος βοηθεῖ καὶ γεννήσεως κοινῆς καὶ τοὺς θεοὺς Ἔρωτος φύσις ἀποδείκνυσι δεομένους. οὕτω γάρἐρᾶν μὲν ὄμβρου γαῖαν9 οἱ ποιηταὶ λέγουσι καὶ γῆς οὐρανόν, ἐρᾶν δ᾽ ἡλίου σελήνην 10 οἱ φυσικοὶ καὶ συγγίγνεσθαι καὶ κυεῖσθαι: καὶ γῆν δ᾽ ἀνθρώπων μητέρα καὶ ζῴων καὶ φυτῶν ἁπάντων γένεσιν 11 οὐκ ἀναγκαῖον ἀπολέσθαι ποτὲ καὶ σβεσθῆναι παντάπασιν, ὅταν δεινὸς ἔρως ἵμερος 12 τοῦ θεοῦ τὴν ὕλην ἀπολίπῃ καὶ παύσηται ποθοῦσα καὶ διώκουσα τὴν ἐκεῖθεν ἀρχὴν καὶ κίνησιν 13; ἀλλ᾽ ἵνα μὴ μακρὰν ἀποπλανᾶσθαι δοκῶμεν κομιδῇ φλυαρεῖν, οἶσθα τοὺς παιδικοὺς ἔρωτας ὡς εἰς 14 ἀβεβαιότητα πολλὰ λέγουσι 15 καὶ σκώπτουσι λέγοντες, ὥσπερ ᾠὸν αὐτῶν τριχὶ διαιρεῖσθαι 16 τὴν φιλίαν, αὐτοὺς δὲ νομάδων δίκην ἐνεαρίζοντας τοῖς τεθηλόσι καὶ ἀνθηροῖς εἶθ᾽ ὡς ἐκ γῆς 17 πολεμίας ἀναστρατοπεδεύειν: ἔτι 18 δὲ φορτικώτερον σοφιστὴς Βίων τὰς τῶν καλῶν τρίχας Ἁρμοδίους ἐκάλει καὶ Ἀριστογείτονας, ὡς ἅμα καλῆς 19 τυραννίδος ἀπαλλαττομένους ὑπ᾽ [p. 459] αὐτῶν τοὺς ἐραστάς. ταῦτα μὲν οὐ δικαίως κατηγορεῖται τῶν γνησίων ἐραστῶν: τὰ δ᾽ ὑπ᾽ 20 Εὐριπίδου ῥηθέντ᾽ ἐστὶ κομψά: ἔφη γὰρ Ἀγάθωνα τὸν καλὸν ἢδη γενειῶντα περιβάλλων καὶ κατασπαζόμενος, ὅτι τῶν καλῶν καὶ τὸ μετόπωρον ... 21 ἐκδέχεται μόνον ... οὐδὲν πολιῶσα ἀκμάζων καὶ ῥυτίσιν, ἀλλ᾽ ἄχρι τάφων καὶ μνημάτων παραμένει: καὶ συζυγίας ὀλίγας ἔστι παιδικῶν, μυρίας δὲ γυναικείων ἐρώτων καταριθμήσασθαι, πάσης πίστεως κοινωνίαν πιστῶς ἅμα καὶ προθύμως συνδιαφερούσας: βούλομαι δ᾽ ἕν τι τῶν καθ᾽ ἡμᾶς ἐπὶ Καίσαρος Οὐεσπασιανοῦ γεγονότων διελθεῖν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: