previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

γὰρ πατήρ, ἐπεὶ πάλαι, πρὶν ἡμᾶς γενέσθαι, τὴν μητέρα νεωστὶ κεκομισμένος ἐκ τῆς γενομένης τοῖς γονεῦσιν αὐτῶν διαφορᾶς καὶ στάσεως ἀφίκετο τῷ Ἔρωτι θύσων, ἐπὶ τὴν ἑορτὴν ἦγε τὴν μητέρα: καὶ γὰρ ἦν ἐκείνης εὐχὴ καὶ θυσία. τῶν δὲ φίλων οἴκοθεν μὲν αὐτῷ παρῆσαν οἱ συνήθεις, ἐν δὲ Θεσπιαῖς εὗρε Δαφναῖον τὸν Ἀρχιδάμου καὶ Λύσανδρον 1 Λυσάνδρας 2 ἐρῶντα τῆς Σίμωνος μάλιστα τῶν μνωμένων αὐτὴν εὐημεροῦντα, Σώκλαρον ἐκ Τιθόρας ἥκοντα τὸν Ἀριστίωνος δὲ καὶ Πρωτογένης Ταρσεὺς καὶ Ζεύξιππος Λακεδαιμόνιος, ξένοι: Βοιωτῶν δ᾽ πατὴρ ἔφη γνωρίμων τοὺς πλείστους παρεῖναι. δύο μὲν τρεῖς ἡμέρας κατὰ πόλιν, ὡς ἔοικεν, ἡσυχῆ πως φιλοσοφοῦντες ἐν ταῖς παλαίστραις καὶ διὰ τῶν θεάτρων ἀλλήλοις συνῆσαν 3: ἔπειτα φεύγοντες ἀργαλέον ἀγῶνα κιθαρῳδῶν, ἐντεύξεσι καὶ σπουδαῖς προειλημμένον, ἀνέζευξαν οἱ πλείους ὥσπερ ἐκ πολεμίας εἰς τὸν Ἑλικῶνα καὶ κατηυλίσαντο παρὰ ταῖς Μούσαις. ἕωθεν οὖν ἀφίκετο 4 πρὸς αὐτοὺς Ἀνθεμίων καὶ Πεισίας ἄνδρες ἔνδοξοι, Βάκχωνι δὲ τῷ καλῷ [p. 398] λεγομένῳ προσήκοντες καὶ τρόπον τινὰ δι᾽ εὔνοιαν ἀμφότεροι τὴν ἐκείνου διαφερόμενοι πρὸς ἀλλήλους ἦν γὰρ ἐν Θεσπιαῖς Ἰσμηνοδώρα γυνὴ πλούτῳ καὶ γένει λαμπρὰ καὶ νὴ Δία τὸν ἄλλον εὔτακτος βίον. ἐχήρευσε 5 γὰρ οὐκ ὀλίγον χρόνον ἄνευ ψόγου, καίπερ οὖσα νέα καὶ ἱκανὴ τὸ εἶδος. τῷ δὲ Βάκχωνι φίλης ὄντι καὶ συνήθους γυναικὸς υἱῷ πράττουσα γάμον κόρης κατὰ γένος προσηκούσης ἐκ τοῦ συμπαρεῖναι καὶ διαλέγεσθαι πολλάκις ἔπαθε 6 πρὸς τὸ μειράκιον αὐτή: καὶ λόγους φιλανθρώπους ἀκούουσα καὶ λέγουσα περὶ αὐτοῦ καὶ πλῆθος ὁρῶσα γενναίων ἐραστῶν εἰς τὸ ἐρᾶν προήχθη καὶ διενοεῖτο μηδὲν ποιεῖν ἀγεννές, ἀλλὰ γημαμένη φανερῶς συγκαταζῆν τῷ Βάκχωνι. παραδόξου δὲ τοῦ πράγματος αὐτοῦ 7 φανέντος, γε 8 μήτηρ ὑφεωρᾶτο τὸ βάρος τοῦ οἴκου καὶ τὸν ὄγκον ὡς οὐ κατὰ τὸν ἐραστήν: τινὲς δὲ καὶ συγκυνηγοὶ τῷ μὴ καθ᾽ ἡλικίαν τῆς Ἰσμηνοδώρας δεδιττόμενοι τὸν Βάκχωνα καὶ σκώπτοντες ἐργωδέστεροι τῶν ἀπὸ σπουδῆς ἐνισταμένων ἦσαν ἀνταγωνισταὶ πρὸς τὸν γάμον. ᾐδεῖτο γὰρ ἔφηβος ἔπ᾽ ὢν χήρᾳ συνοικεῖν: οὐ μὴν ἀλλὰ τοὺς ἄλλους ἐάσας παρεχώρησε τῷ Πεισίᾳ καὶ τῷ Ἀνθεμίωνι βουλεύσασθαι τὸ συμφέρον, ὧν μὲν ἀνεψιὸς αὐτοῦ ἦν 9 πρεσβύτερος 10, δὲ Πεισίας αὐστηρότατος τῶν ἐραστῶν: διὸ καὶ πρὸς τὸν γάμον ἀντέπραττε καὶ καθήπτετο τοῦ Ἀνθεμίωνος ὡς [p. 399] προϊεμένου τῇ Ἰσμηνοδώρᾳ τὸ μειράκιον: δ᾽ ἐκεῖνον οὐκ ὀρθῶς ἔλεγε ποιεῖν, ἀλλὰ τἄλλα 11 χρηστὸν ὄντα μιμεῖσθαι τοὺς φαύλους ἐραστὰς οἴκου καὶ γάμου καὶ πραγμάτων μεγάλων ἀποστεροῦντα τὸν φίλον, ὅπως ἄθικτος αὐτῷ 12 καὶ νεαρὸς ἀποδύοιτο πλεῖστον χρόνον ἐν ταῖς παλαίστραις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: