previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

κἀκεῖνοςοὕτωςἔφηνὴ Δία παντὸς μᾶλλον: ἄτοπον γὰρ ἀμέλει τοὐναντίον’ ‘ἐκεῖνο δ᾽ πατήροὐκ ἄτοπονεἶπενεἰ τέσσαρα γένη τῆς φιλίας ἐχούσης, ὥσπερ οἱ παλαιοὶ διώρισαν, τὸ φυσικὸν πρῶτον εἶτα τὸ συγγενικὸν 1 ἐπὶ τούτῳ καὶ τρίτον τὸ ἑταιρικὸν καὶ τελευταῖον τὸ ἐρωτικόν, ἔχει τούτων ἕκαστον ἐπιστάτην θεὸν φίλιον ξένιον ὁμόγνιον καὶ πατρῷον μόνον δὲ τὸ ἐρωτικὸν ὥσπερ δυσιεροῦν ἀνόσιον 2 καὶ ἀδέσποτον ἀφεῖται, καὶ ταῦτα πλείστης ἐπιμελείας καὶ κυβερνήσεως δεόμενον;’ ‘ἔχει καὶ ταῦτα Ζεύξιππος εἶπενοὐ μικρὰν ἀλογίαν 3.’ ‘ἀλλὰ μήν πατὴρ ἔφητά γε 4 τοῦ Πλάτωνος ἐπιλάβοιτ᾽ ἂν τοῦ λόγου καὶ παρεξιόντος. 5 μανία γὰρ μὲν ἀπὸ σώματος ἐπὶ ψυχὴν ἀνεσταλμένη δυσκρασίαις τισὶν 6 συμμίξεσιν πνεύματος βλαβεροῦ περιφερομένου τραχεῖα καὶ χαλεπὴ καὶ νοσώδης: ἑτέρα δ᾽ ἐστὶν οὐκ ἀθείαστος οὐδ᾽ οἰκογενής, ἀλλ᾽ ἔπηλυς ἐπίπνοια καὶ παρατροπὴ τοῦ λογιζομένου καὶ φρονοῦντος ἀρχὴν 7 κρείττονος δυνάμεως ἀρχὴν ἔχουσα καὶ κίνησιν ἧς τὸ μὲν κοινὸν ἐνθουσιαστικὸν καλεῖται πάθος: ὡς γὰρ ἔμπνουν [p. 424] τὸ πνεύματος πληρωθὲν ἔμφρον δὲ τὸ φρονήσεως, οὕτως τοιοῦτος σάλος 8 ψυχῆς ἐνθουσιασμὸς ὠνόμασται μετοχῇ καὶ κοινωνίᾳ θειοτέρας δυνάμεως: ἐνθουσιασμοῦ δὲ τὸ μαντικὸν ἐξ Ἀπόλλωνος ἐπιπνοίας καὶ κατοχῆς, τὸ δὲ βακχεῖον ἐκ Διονύσου,
κἀπὶ Κυρβάντεσι χορεύσατε
9 φησὶ Σοφοκλῆς τὰ γὰρ μητρῷα καὶ πανικὰ κοινωνεῖ τοῖς βακχικοῖς ὀργιασμοῖς. ‘τρίτη 10 δ᾽ ἀπὸ Μουσῶν λαβοῦσ᾽ ἁπαλὴν καὶ ἄβατον ψυχὴντὸ ποιητικὸν καὶ μουσικὸν ἐξώρμησε καὶ ἀνερρίπισεν. δ᾽ ἀρειμάνιος 11 αὕτη 12 λεγομένη καὶ πολεμικὴ παντὶ δῆλον ὅτῳ 13 θεῶν 14 ἀνίεται καὶ βακχεύεται
ἄχορον 15 ἀκίθαριν δακρυογόνον Ἄρη
βοὰν τ᾽ ἔνδημον ἐξοπλίζουσα 16.
λείπεται δὲ τῆς ἐξαλλαγῆς ἐν ἀνθρώπῳ καὶ παρατροπῆς οὐκ ἀμαυρὸν οὐδ᾽ ἡσυχαῖον, Δαφναῖε, μόριον, ὑπὲρ οὗ βούλομαι τουτονὶ Πεμπτίδην ἐρέσθαι ... 17
τίς 18 καλλίκαρπον θύρσον ἀνασείει θεῶν,
19 τὸν φιλητικὸν τοῦτον περὶ παῖδας ἀγαθοὺς καὶ σώφρονας; γυναῖκας ἐνθουσιασμὸν πολὺ δριμύτατον [p. 425] ὄντα καὶ θερμότατον; γὰρ οὐχ ὁρᾷς, ὡς μὲν στρατιώτης τὰ ὅπλα θεὶς πέπαυται τῆς πολεμικῆς μανίας,
20 τοῦ μὲν ἔπειτα 21
γηθόσυνοι θεράποντες ἀπ᾽ ὤμων τεύχε᾽ ἕλοντο
καὶ κάθηται τῶν ἄλλων ἀπόλεμος 22 θεατής, ταυτὶ δὲ τὰ βακχικὰ καὶ κορυβαντικὰ σκιρτήματα τὸν ῥυθμὸν μεταβάλλοντες ἐκ τροχαίου καὶ τὸ μέλος ἐκ Φρυγίου πραΰνουσι καὶ καταπαύουσιν, ὡς δ᾽ αὔτως Πυθία τοῦ τρίποδος ἐκβᾶσα καὶ τοῦ πνεύματος ἐν γαλήνῃ καὶ ἡσυχίᾳ διατελεῖ; τὴν δ᾽ ἐρωτικὴν μανίαν τἀνθρώπου 23 καθαψαμένην ἀληθῶς καὶ διακαύσασαν οὐ μοῦσά τις οὐκ ἐπῳδὴ θελκτήριος οὐ τόπου μεταβολὴ καθίστησιν ἀλλὰ καὶ παρόντες ἐρῶσι καὶ ἀπόντες ποθοῦσι καὶ μεθ᾽ ἡμέραν διώκουσι καὶ νύκτωρ θυραυλοῦσι, καὶ νήφοντες καλοῦσι τοὺς καλοὺς καὶ πίνοντες ᾁδουσι. καὶ οὐχ ὥς τις εἶπεν αἱ ποιητικαὶ φαντασίαι διὰ τὴν ἐνάργειαν 24 ἐγρηγορότων ἐνύπνιά εἰσίν, ἀλλὰ μᾶλλον αἱ τῶν ἐρώντων, διαλεγομένων ὡς πρὸς παρόντας, ἀσπαζομένων, ἐγκαλούντων. γὰρ ὄψις ἔοικε τὰς μὲν ἄλλας φαντασίας ἐφ᾽ ὑγροῖς ζωγραφεῖν, ταχὺ μαραινομένας καὶ ἀπολειπούσας τὴν διάνοιαν: αἱ δὲ τῶν ἐρωμένων εἰκόνες ὑπ᾽ αὐτῆς οἷον ἐν ἐγκαύμασι γραφόμεναι διὰ πυρὸς εἴδωλα ταῖς μνήμαις ἐναπολείπουσι κινούμενα καὶ ζῶντα καὶ φθεγγόμενα καὶ [p. 426] παραμένοντα τὸν ἄλλον χρόνον. μὲν γὰρ Ῥωμαῖος Κάτων ἔλεγε τὴν ψυχὴν τοῦ ἐρῶντος ἐνδιαιτᾶσθαι τῇ τοῦ ἐρωμένου 25: ... καὶ τὸ εἶδος καὶ τὸ ἦθος καὶ βίος καὶ αἱ πράξεις, ὑφ᾽ ὧν ἀγόμενος ταχὺ συναιρεῖ πολλὴν ὁδόν 26, ὥσπερ οἱ Κυνικοὶ λέγουσισύντονον ὁμοῦ καὶ σύντομον εὑρηκέναι πορείαν ἐπ᾽ ἀρετήν:’ καὶ γὰρ ἐπὶ τὴν φιλίαν ... 27 καθάπερ ἐπὶ κύματος τοῦ πάθους ἅμα θεῷ φερομένη: λέγω δὴ κεφάλαιον, ὡς οὔτ᾽ ἀθείαστον τῶν ἐρώντων ἐνθουσιασμός ἐστιν οὔτ᾽ ἄλλον ἔχει θεὸν ἐπιστάτην καὶ ἡνίοχον τοῦτον, νῦν ἑορτάζομεν καὶ θύομεν. ὅμως δ᾽ ἐπεὶ 28 δυνάμει καὶ ὠφελείᾳ μάλιστα θεοῦ ... 29 καθότι καὶ τῶν ἀνθρωπίνων ἀγαθῶν δύο ταῦτα, βασιλείαν καὶ ἀρετήν, θειότατα καὶ νομίζομεν καὶ ὀνομάζομεν, ὥρα σκοπεῖν πρότερον, εἴ τινι θεῶν Ἔρως ὑφίεται δυνάμεως. καίτοι
μέγα μὲν σθένος Κύπρις ἐκφέρεται νίκας
30 ὥς φησι καὶ Σοφοκλῆς, μεγάλη δ᾽ τοῦ Ἄρεος ἰσχύς: καὶ τρόπον τινὰ τῶν ἄλλων θεῶν νενεμημένην 31 δίχα τὴν δύναμιν ἐν τούτοις ὁρῶμεν: μὲν γὰρ οἰκειωτικὴ πρὸς τὸ καλὸν δ᾽ ἀντιτακτικὴ [p. 427] πρὸς τὸ αἰσχρὸν ἀρχῆθεν ἐγγέγονε ταῖς ψυχαῖς 32, ὥς που καὶ Πλάτων ... τὰ εἴδη. σκοπῶμεν οὖν εὐθύς, ὅτι τῆς Ἀφροδίτης τοὔργον 33 ἔρωτος 34 ὤνιόν ἐστι δραχμῆς, καὶ οὔτε πόνον οὐδεὶς οὔτε κίνδυνον ἀφροδισίων ἕνεκα μὴ ἐρῶν ὑπέμεινε. καὶ ὅπως ἐνταῦθα μὴ Φρύνην ὀνομάζωμεν, ἑταῖρε, Λαΐς τις 35 Γναθαίνιον
ἐφέσπερον δαίουσα 36 λαμπτῆρος σέλας
37 ἐκδεχομένη καὶ καλοῦσα παροδεύεται πολλάκις
ἐλθὼν δ᾽ ἐξαπίνης ἄνεμος
38 σὺν ἔρωτι πολλῷ 39 καὶ πόθῳ ταὐτὸ τοῦτο : τῶν Ταντάλου λεγομένων ταλάντων καὶ τῆς αὐτοῦ ἀρχῆς ἀντάξιον ἐποίησεν. οὕτως ἀσθενὴς καὶ ἁψίκορός ἐστιν τῆς Ἀφροδίτης χάρις, Ἔρωτος μὴ ἐπιπνεύσαντος 40. ἔτι δὲ μᾶλλον κἀκεῖθεν ἂν συνίδοις: πολλοὶ γὰρ ἀφροδισίων ἑτέροις ἐκοινώνησαν, οὐ μόνον ἑταίρας ἀλλὰ καὶ γαμετὰς προαγωγεύοντες: ὥσπερ καὶ Ῥωμαῖος ἐκεῖνος, ἑταῖρε, Γάλβας 41 εἱστία Μαικήναν ὡς ἔοικεν, εἶθ᾽ ὁρῶν διαπληκτιζόμενον ἀπὸ νευμάτων πρὸς τὸ γύναιον, ἀπέκλινεν ἡσυχῆ τὴν κεφαλὴν ὡς δὴ καθεύδων ἐν τούτῳ δὴ τῶν οἰκετῶν τινος προσρυέντος ἔξωθεν τῇ τραπέζῃ καὶ τὸν οἶνον ὑφαιρουμένου, διαβλέψαςκακόδαιμονεἶπενοὐκ οἶσθ᾽ ὅτι μόνῳ Μαικήνᾳ καθεύδω;’ τοῦτο [p. 428] μὲν οὖν ἴσως οὐ 42 δεινόν ἐστιν: ἦν γὰρ Γάλβας γελωτοποιός ἐν δ᾽ Ἄργει Νικόστρατος ἀντεπολιτεύσατο πρὸς Φάυλλον 43 ἐπιδημήσαντος οὖν Φιλίππου τοῦ βασιλέως, ἐπίδοξος ἦν διὰ τῆς γυναικὸς Φάυλλος ἐκπρεποῦς οὔσης, εἰ συγγένοιτο τῷ Φιλίππῳ, διαπράξασθαί τινα δυναστείαν αὑτῷ καὶ ἀρχήν. αἰσθομένων δὲ τῶν περὶ Νικόστρατον τοῦτο καὶ παρὰ τὰς θύρας τῆς οἰκίας περιπατούντων, Φάυλλος ὑποδήσας τὴν γυναῖκα κρηπῖσι καὶ χλαμύδα περιθεὶς καὶ καυσίαν Μακεδονικήν, ὡς ἕνα τῶν βασιλικῶν νεανίσκων παρεισέπεμψε λαθοῦσαν. ἆρ᾽ οὖν, ἐραστῶν τοσούτων γεγονότων καὶ ὄντων, οἶσθ᾽ ἐπὶ ταῖς τοῦ Διὸς τιμαῖς προαγωγὸν ἐρωμένου γενόμενον; ἐγὼ μὲν οὐκ οἶμαι: πόθεν γάρ, ὅπου καὶ τοῖς τυράννοις ἀντιλέγων μὲν οὐδεὶς οὔτ᾽ ἀντιπολιτευόμενὸς ἐστιν, ἀντερῶντες δὲ πολλοὶ καὶ φιλοτιμούμενοι περὶ τῶν καλῶν καὶ ὡραίων; ἀκούετε 44 γὰρ ὅτι καὶ Ἀριστογείτων Ἀθηναῖος καὶ Ἀντιλέων 45 Μεταποντῖνος καὶ Μελάνιππος Ἀκραγαντῖνος οὐ διεφέροντο τοῖς τυράννοις, πάντα τὰ πράγματα λυμαινομένους καὶ παροινοῦντας ὁρῶντες: ἐπεὶ δὲ τοὺς ἐρωμένους αὐτῶν ἐπείρων, ὥσπερ ἱεροῖς ἀσύλοις καὶ ἀθίκτοις ἀμύνοντες ἠφείδησαν ἑαυτῶν. λέγεται καὶ 46 Ἀλέξανδρος ἐπιστεῖλαι Θεοδώρῳ Πρωτέου ἀδελφῷπέμψον μοι τὴν μουσουργὸν δέκα τάλαντα λαβών, εἰ μὴ ἐρᾷς αὐτῆς:’ ἑτέρου δὲ τῶν ἑταίρων [p. 429] Ἀντιπατρίδου μετὰ ψαλτρίας ἐπικωμάσαντος, ἡδέως διατεθεὶς πρὸς τὴν ἄνθρωπον ἐρέσθαι τὸν Ἀντιπατρίδηνοὐ δήπου σὺ τυγχάνεις ἐρῶν ταύτης;’ τοῦ δὲκαὶ πάνυφήσαντος, εἰπώνἀπόλοιο τοίνυν κακὸς κακῶςἀποσχέσθαι καὶ μὴ θιγεῖν 47 τῆς γυναικός.’

1 συγγενικὸν] ξενικὸν Berth. Mueller et Madvigius quos tamen ipsius Plutarchi de hac re testimonium p. 481f cur effugerit mirum est

2 em. R: ἄνοσον

3 οὐ μικρὰν ἀλογίαν Duebnerus: οὐ μὴν ἀλλοτρίαν

4 γε W: τε

5 em. Winckelmannus: παρεξιόντα cf. Plat. Rep. p. 503a.

6 posterius del. R

7 ἀρχὴν] aut delendum aut corr. ἀπό τινος vid. Symb.

8 σάλος] λάλος BE

9 Nauck. p. 313

10 τρίτη κἑ] ex Plat. Phaedr. p. 245a

11 ἀριμάνιος BE

12 αὐτὴ vel αὔτη BE

13 ὅτῳ W: ὅτι τῶ

14 θεῶν *: θεῶ

15 ἄχορον Winckhelm. ex Aesch. Suppl. 681: ἄχαριν

16 ib. ἀκίθαριν - ἐξοπλίζουσα Porson ex eodem: ἀκίθαριν ἀκ 3-4 BE γονον ἀρ 4E 6B τατε (τᾶτε B) δῆμον ἐξοπλίζουσαν

17 lac. 2-3 E 3-4 B

18 supplevit Winckelmannus: τί 4-5 BE καρπον

19 Nauck. p. 917

20 Hom. H 121

21 Hom. H 121

22 πολεμούντων τῶν ἄλλων supplet R; malim τῶν ἄλλων πολεμούντων

23 *: τοῦ ἀνθρώπου

24 Victorius: ἐνέργειαν cf. Bergk. 1 p. 469 fr. 289

25 W praeeunte lacunam signavi quam explendam puto hunc in modum: τοῦ ἐρωμένου: [ἔμοιγε δὲ δοκοῦσιν ἐνεῖναι τῇ τοῦ ἐρῶτος ψυχῇ τοῦ ἐρωμένου] καὶ τὸ εἶδος κἑ

26 fort. ὁδόν, καὶ ὥσπερ (aut ὥσπερ δ᾽) - εὐρίσκεται πορείαν κἑ

27 lac. 18BE. Fort καὶ γὰρ ἐπὶ τὴν φιλίαν [ἡγεῖται καὶ ἀρετὴν ψυχὴ cf. p. 758c] καθάπερ κἑ

28 ἐπεὶ M: ἐπὶ

29 lac. 9 BE. Fort. θεοὺς διακρίνομεν vel διορίζομεν

30 Soph. Trach. 497

31 M: νενεμημένων

32 verbis διεῖλε τῆς ψυχῆς supplet W lac. 13 E 15 B

33 *: τὸ ἔργον

34 ἄνευ ἔρωτος R. Malim ἐρωΤΟΣ μὴ παρόνΤΟΣ ut est p. 764d

35 Λαϊς τις *: λάϊε τι ση

36 δέουσα BE

37 Nauck. p. 917

38 Hom. P 57

39 σὺν ἔρωτι πολλῷ] σὺν λαίλαπι πολλῇ dixit Homerus

40 ἐπινεύσαντος BE

41 em. R: κάββας cf. p. 726a

42 οὐ] om. BE

43 em. R hic et infra: φάϋλον

44 R: ἀκούεται

45 Ἀντιλέων *: ἀντιλέων

46 καὶ] δὲ καὶ?

47 θίγειν BE

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: