previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

παυσαμένου δὲ τοῦ Πεμπτίδου καὶ τοῦ πατρὸς ἀρξαμένου τι περὶ τούτων λέγειν, ἕτερος ἧκεν ἐκ πόλεως, τὸν Ἀνθεμίωνα μεταπεμπομένης τῆς Ἰσμηνοδώρας: ἐπέτεινε γὰρ ταραχή, καὶ τῶν γυμνασιάρχων 1 ἦν διαφορά, τοῦ μὲν οἰομένου δεῖν τὸν Βάκχωνα ἀπαιτεῖν τοῦ δὲ πολυπραγμονεῖν οὐκ ἐῶντος. μὲν οὖν Ἀνθεμίων ἀναστὰς ἐβάδιζεν: δὲ πατὴρ τὸν Πεμπτίδην ὀνομαστὶ προσαγορεύσαςμεγάλου μοι δοκεῖς ἅπτεσθαιεἶπενκαὶ παραβόλου πράγματος, Πεμπτίδη, μᾶλλον δ᾽ ὅλως τὰ ἀκίνητα 2 [p. 416] κινεῖν τῆς περὶ θεῶν δόξης ἣν ἔχομεν, περὶ ἑκάστου λόγον ἀπαιτῶν καὶ ἀπόδειξιν: ἀρκεῖ γὰρ πάτριος καὶ παλαιὰ πίστις, ἧς οὐκ ἔστιν εἰπεῖν οὐδ᾽ ἀνευρεῖν τεκμήριον ἐναργέστερον
οὐδ᾽ εἰ δι᾽ ἄκρας τὸ σοφὸν εὕρηται φρενός 3,
4 ἀλλ᾽ ἕδρα τις αὕτη καὶ βάσις ὑφεστῶσα κοινὴ πρὸς εὐσέβειαν, ἐὰν ἐφ᾽ ἑνὸς ταράττηται καὶ σαλεύηται τὸ βέβαιον αὐτῆς καὶ νενομισμένον, ἐπισφαλὴς γίγνεται πᾶσι καὶ ὕποπτος. ἀκούεις δὲ δήπου τὸν Εὐριπίδην, ὡς ἐθορυβήθη ποιησάμενος ἀρχὴν τῆς Μελανίππης ἐκείνης,
Ζεύς, ὅστις Ζεύς 5, οὐ γὰρ οἶδα πλὴν λόγῳ,
6 μεταλαβὼν δὲ χορὸν 7 ἄλλον ἐθάρρει δ᾽ 8 ὡς ἔοικε τῷ δράματι γεγραμμένῳ πανηγυρικῶς καὶ περιττῶς 9 ἤλλαξε τὸν στίχον ὡς νῦν γέγραπται
Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο.
10 τί οὖν διαφέρει τὴν περὶ τοῦ Διὸς δόξαν τῆς Ἀθηνᾶς τοῦ Ἔρωτος εἰς ἀμφίβολον τῷ λόγῳ 11 θέσθαι καὶ ἄδηλον 12; οὐ γὰρ νῦν αἰτεῖ πρῶτον βωμὸν Ἔρως καὶ θυσίαν οὐδ᾽ ἔπηλυς ἔκ τινος βαρβαρικῆς δεισιδαιμονίας, ὥσπερ Ἄτται τινὲς καὶ [p. 417] Ἀδώνιοι 13 λεγόμενοι, δι᾽ ἀνδρογύνων καὶ γυναικῶν παραδύεται κρύφα 14 τιμὰς οὐ προσηκούσας καρπούμενος, ὥστε παρεισγραφῆς δίκην φεύγειν καὶ νοθείας τῆς ἐν θεοῖς. ἀλλ᾽ ὅταν Ἐμπεδοκλέους 15 ἀκούσῃς λέγοντος, ἑταῖρε,
καὶ Φιλότης ἐν τοῖσιν ἴση μῆκός τε πλάτος τε,
τὴν σὺ 16 νόῳ δέρκου 17, μηδ᾽ ὄμμασιν ἧσο τεθηπώς:
ταῦτ᾽ οἴεσθαι χρὴ λέγεσθαι περὶ Ἔρωτος: οὐ γάρ ἐστιν ὁρατὸς ἀλλὰ δοξαστὸς ἡμῖν θεὸς οὗτος ἐν τοῖς πάνυ παλαιοῖς: ὧν ἂν περὶ ἑκάστου τεκμήριον ἀπαιτῇς, παντὸς ἁπτόμενος ἱεροῦ καὶ παντὶ βωμῷ σοφιστικὴν ἐπάγων πεῖραν, οὐδέν᾽ ἀσυκοφάντητον οὐδ᾽ ἀβασάνιστον ἀπολείψεις πόρρω γὰρ οὐκ ἄπειμι
τὴν δ᾽ Ἀφροδίτην οὐχ ὁρᾷς ὅση θεός;
18 ἥδ᾽ ἐστὶν σπείρουσα καὶ διδοῦσ᾽ ἔρον,
οὗ πάντες ἐσμὲν οἱ κατὰ χθόν᾽ ἔκγονοι.
19
ζείδωρονγὰρ αὐτὴν Ἐμπεδοκλῆςεὔκαρπονδὲ Σοφοκλῆς 20 ἐμμελῶς πάνυ καὶ πρεπόντως ὠνόμασαν. ἀλλ᾽ ὅμως τὸ μέγα τοῦτο καὶ θαυμαστὸν Ἀφροδίτης μὲν ἔργον Ἔρωτος δὲ πάρεργόν ἐστιν Ἀφροδίτῃ συμπαρόντος: μὴ συμπαρόντος δὲ κομιδῇ τὸ γιγνόμενον ἄζηλον ἀπολείπεται καὶἄτιμον κἄφιλον21. ἀνέραστος γὰρ ὁμιλία καθάπερ πεῖνα καὶ δίψα πλησμονὴν ἔχουσα πέρας εἰς οὐδὲν ἐξικνεῖται καλόν: [p. 418] ἀλλ᾽ θεὸς Ἔρωτι τὸν κόρον ἀφαιροῦσα τῆς ἡδονῆς φιλότητα ποιεῖ καὶ σύγκρασιν. διὸ Παρμενίδης 22 μὲν ἀποφαίνει τὸν Ἔρωτα τῶν Ἀφροδίτης ἔργων πρεσβύτατον, ἐν τῇ κοσμογονίᾳ γράφων
πρώτιστον μὲν Ἔρωτα θεῶν μητίσατο πάντων.
Ἡσίοδος 23 δὲ φυσικώτερον ἐμοὶ δοκεῖ ποιεῖν Ἔρωτα 24 πάντων προγενέστατον, ἵνα πάντα δι᾽ ἐκεῖνον μετάσχῃ γενέσεως. ἂν οὖν τὸν Ἔρωτα τῶν νενομισμένων τιμῶν ἐκβάλλωμεν, οὐδ᾽ αἱ 25 τῆς Ἀφροδίτης κατὰ χώραν μενοῦσιν. οὐδὲ γὰρ τοῦτ᾽ ἔστιν εἰπεῖν, ὅτι τῷ μὲν Ἔρωτι λοιδοροῦνταί τινες ἀπέχονται δ᾽ 26 ἐκείνης, ἀλλ᾽ ἀπὸ μιᾶς σκηνῆς ἀκούομεν
ἔρως γὰρ ἀργὸν κἀπὶ 27 τοιούτοις ἔφυ:
28 καὶ πάλιν
παῖδες, τοι Κύπρις 29 οὐ Κύπρις μόνον,
30 ἀλλ᾽ ἔστι πολλῶν ὀνομάτων ἐπώνυμος 31.
ἔστιν μὲν Ἅιδης, ἔστι δ᾽ ἄφθιτος βία,
ἔστιν δὲ λύσσα μανιάς 32:
ὥσπερ οὐδὲ τῶν ἄλλων θεῶν σχεδὸν ἀλοιδόρητος οὐδεὶς ἐκπέφευγε τὴν εὐλοιδόρητον 33 ἀμαθίαν. σκόπει δὲ τὸν Ἄρην καθάπερ ἐν πίνακι χαλκῷ τὴν [p. 419] ἀντικειμένην ἐκ διαμέτρου τῷ Ἔρωτι χώραν ἔχοντα 34 πηλίκας εἴληχε τιμὰς ὑπ᾽ ἀνθρώπων καὶ πάλιν ὅσα κακῶς ἀκούει,
τυφλὸς γάρ, γυναῖκες, οὐδ᾽ ὁρῶν Ἄρης 35
συὸς προσώπῳ πάντα τυρβάζει κακά 36.
καὶμιαιφόνον 37Ὅμηρος αὐτὸν καλεῖ καὶἀλλοπρόσαλλον 38 δὲ Χρύσιππος ἐξηγούμενος τοὔνομα τοῦ θεοῦ κατηγορίαν ποιεῖ καὶ διαβολήν: ἀναιρεῖν 39 γὰρ εἶναι τὸν Ἄρην φησίν, ἀρχὰς διδοὺς τοῖς τὸ μαχητικὸν ἐν ἡμῖν καὶ διάφορον καὶ θυμοειδὲς Ἄρην κεκλῆσθαι νομίζουσιν. ἕτεροι δ᾽ αὖ φήσουσι τὴν Ἀφροδίτην ἐπιθυμίαν εἶναι καὶ τὸν Ἑρμῆν λόγον καὶ τέχνας τὰς Μούσας καὶ φρόνησιν τὴν Ἀθηνᾶν. ὁρᾷς δήπου τὸν ὑπολαμβάνοντα βυθὸν ἡμᾶς ἀθεότητος, ἂν εἰς πάθη καὶ δυνάμεις καὶ ἀρετὰς διαγράφωμεν ἕκαστον τῶν θεῶν ;’

1 *: γυμνασιαρχῶν

2 τἀκίνητα?

3 δι᾽ ἃκρων - φρενῶν idem

4 Eur. Bacch. 203

5 ὅστις Ζεὺς Lucianus (Iov. Trag. 41)

6 Nauck. p. 510

7 δὲ χορὸν Sauppius: δι᾽ ἔχθρὸν

8 ib. δ᾽ *

9 τῷ δράματι γεγραμμμένῳ πανηγυρικῶς καὶ περιττῶς] locum singularem Nauckius omisit

10 Nauck. p. 511

11 τῷ λόγῳ] respicitur ad λόγῳ versus Euripidei (lib. 12)

12 καὶ ἂδηλον] i. e. καὶ εἰς ἄδηλον

13 em. Bergkius: ἀδωναῖοι

14 κρύφα Aldina: καὶ κρύφα

15 Ἐμπεδοκλέους] Mullach. 1 p. 3 vs. 81

16 σὺ X: σὺν

17 δέρκευ Clemens Alex. (p. 653 Pott.): δέρκου

18 Nauck. p. 648

19 Eur. Hipp. 449. 450

20 Σοφοκλῆς] Nauck. p. 310

21 cf. Aesch. Choeph. 295

22 Παρμενίδης] Mullach. 1 p. 128 vs. 132

23 Ἡσίοδος] Theog. 120

24 malim τὸν Ἐρωτα

25 οὐδ᾽ αἱ *: οὐδὲ

26 ἀπέχονται δ᾽ Schellensius: ἀλλὰ ἀπέχονται

27 κἀπὶ X: καὶ ἐπὶ

28 Nauck. 455

29 τοι Κύπρις Stobaeus (63, 6): 9 E 11 B

30 Nauck. p. 329

31 αἰτιώνυμος BE

32 μανιὰς Porson: μανίας

33 M: ἀλοιδόρητον

34 em. R: ἔχοντι

35 Nauck. p. 308

36 καλὰ R praeter necessitatem

37 μιαιφόνον] Hom. E 31. Φ 402

38 ἀλλοπρόσαλλον] idem ib. 831. 889

39 ἀναιρεῖν] ἔριν conieceram in Symb. Nunc malim ἀναίρεσιν cum Petersenio cf. Clem. Alex. p. 24 et 56 Pott. Heraclit. Allegor. ed. Mehler c. 31 ubi Ἀρης est πόλεμος παρὰ τὴν ἀρὴν ὠνομασμένος (cf. et c. 69).

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: