previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐγὼ τοίνυνἔφητὸν μὲν Τιμάρχου λόγον ὥσπερ ἱερὸν καὶ ἄσυλον ἀνακεῖσθαί φημι τῷ θεῷ χρῆναι θαυμάζω δ᾽ εἰ τοῖς ὑπὸ Σιμμίου λεγομένοις περὶ 1 αὐτοῦ δυσπιστήσουσί τινες, κύκνους μὲν 2 ἱεροὺς καὶ δράκοντας καὶ κύνας καὶ ἵππους ὀνομάζοντες, ἀνθρώπους δὲ θείους εἶναι καὶ θεοφιλεῖς ἀπιστοῦντες, καὶ ταῦτα τὸν θεὸν οὐ φίλορνιν ἀλλὰ φιλάνθρωπον ἡγούμενοι. καθάπερ οὖν ἀνὴρ φίλιππος οὐ πάντων ὁμοίως ἐπιμέλεται 3 τῶν ὑπ᾽ αὐτὸ τὸ 4 γένος, ἀλλ᾽ ἀεὶ τιν᾽ ἄριστον ἐξαιρῶν καὶ ἀποκρίνων [p. 534] καθ᾽ αὑτὸν ἀσκεῖ καὶ τρέφει καὶ ἀγαπᾷ διαφερόντως: οὕτω 5 καὶ ἡμῶν οἱ ὑπὲρ ἡμᾶς, τοὺς βελτίστους οἷον ἐξ ἀγέλης χαράξαντες, ἰδίας τινὸς καὶ περιττῆς παιδαγωγίας ἀξιοῦσι, οὐχ ὑφ᾽ ἡνίας οὐδὲ ῥυτήρων ἀλλὰ λόγῳ διὰ συμβόλων εὐθύνοντες: ὧν οἱ πολλοὶ καὶ ἀγελαῖοι παντάπασιν ἀπείρως ἔχουσιν. οὐδὲ γὰρ οἱ πολλοὶ κύνες τῶν θηρατικῶν σημείων οὐδ᾽ οἱ πολλοὶ ἵπποι τῶν ἱππικῶν συνιᾶσιν 6 ἀλλ᾽ οἱ μεμαθηκότες, εὐθὺς ἀπὸ σιγμοῦ τοῦ τυχόντος ποππυσμοῦ τὸ προσταττόμενον αἰσθανόμενοι, ῥᾳδίως εἰς δεῖ καθίστανται. φαίνεται δὲ γιγνώσκων καὶ Ὅμηρος ἣν λέγομεν διαφορὰν ἡμεῖς: τῶν γὰρ μάντεων οἰωνοπόλους τινὰς καλεῖ καὶ ἱερεῖς, 7 ἑτέρους δὲ τῶν θεῶν αὐτῶν διαλεγομένων συνιέντας καὶ συμφρονοῦντας ἀποσημαίνειν οἴεται τὸ μέλλον, ἐν οἷς λέγει
τῶν δ᾽ Ἕλενος, Πριάμοιο φίλος παῖς, ξύνθετο 8 θυμῷ
βουλήν, ῥα θεοῖσιν ἐφήνδανε μητιόωσι
καί
ὣς γὰρ ἐγὼν ὄπ᾽ ἄκουσα θεῶν αἰειγενετάων. 9
10 ὥσπερ γὰρ τῶν βασιλέων καὶ τῶν στρατηγῶν τὴν διάνοιαν οἱ μὲν ἐκτὸς αἰσθάνονται καὶ γιγνώσκουσι πυρσοῖς τισι καὶ κηρύγμασι καὶ ὑπὸ σαλπίγγων, τοῖς δὲ πιστοῖς καὶ συνήθεσιν αὐτοὶ φράζουσιν: οὕτω τὸ θεῖον ὀλίγοις ἐντυγχάνει δι᾽ αὑτοῦ καὶ σπανίως, [p. 535] τοῖς δὲ πολλοῖς σημεῖα δίδωσιν, ἐξ ὧν λεγομένη μαντικὴ συνέστηκε. θεοὶ μὲν γὰρ οὖν ὀλίγων ἀνθρώπων κοσμοῦσι βίον, οὓς ἂν ἄκρως μακαρίους τε καὶ θείους ὡς ἀληθῶς ἀπεργάσασθαι βουληθῶσιν: αἱ δ᾽ ἀπηλλαγμέναι γενέσεως ψυχαὶ καὶ σχολάζουσαι τὸ λοιπὸν ἀπὸ σώματος, οἷον ἐλεύθεραι πάμπαν ἀφιέμεναι, 11 δαίμονὲς εἰσιν ἀνθρώπων ἐπιμελεῖς καθ᾽ Ἡσίοδον.12 ὡς γὰρ ἀθλητὰς καταλύσαντας ἄσκησιν ὑπὸ γήρως οὐ τελέως ἀπολείπει τὸ φιλότιμον καὶ φιλοσώματον, 13 ἀλλ᾽ ἑτέρους ἀσκοῦντας ὁρῶντες ἥδονται καὶ παρακαλοῦσι καὶ συμπαραθέουσιν: οὕτως οἱ πεπαυμένοι τῶν περὶ τὸν βίον ἀγώνων δι᾽ ἀρετὴν ψυχῆς γενόμενοι δαίμονες οὐ παντελῶς ἀτιμάζουσι τἀνταῦθα 14 πράγματα καὶ λόγους καὶ σπουδάς, ἀλλὰ τοῖς ἐπὶ ταὐτὸ γυμναζομένοις τέλος εὐμενεῖς ὄντες καὶ συμφιλοτιμούμενοι πρὸς τὴν ἀρετήν, ἐγκελεύονται καὶ συνεξορμῶσιν, ὅταν ἐγγὺς ἢδη τῆς ἐλπίδος ἁμιλλωμένους καὶ ψαύοντας ὁρῶσιν. οὐ γὰρ οἷς ἔτυχε συμφέρεται τὸ δαιμόνιον: ἀλλ᾽ οἷον ἐπὶ τῶν νηχομένων ἐν θαλάττῃ τοὺς μὲν πελαγίους ἔτι καὶ πρόσω τῆς γῆς φερομένους οἱ ἐπὶ γῆς ἑστῶτες σιωπῇ θεῶνται μόνον, τοὺς δ᾽ ἐγγὺς ἤδη παραθέοντες καὶ παρεμβαίνοντες ἅμα καὶ χειρὶ καὶ φωνῇ βοηθοῦντες ἀνασῴζουσιν οὕτως, ... 15 τοῦ δαιμονίου τρόπος ... ἡμᾶς βαπτιζομένους ὑπὸ τῶν [p. 536] πραγμάτων , καὶ σώματα πολλὰ καθάπερ ὀχήματα 16 μεταλαμβάνοντας, αὐτοὺς ἐξαμιλλᾶσθαι καὶ μακροθυμεῖν, 17 δι᾽ οἰκείας πειρωμένους ἀρετῆς σῴζεσθαι καὶ τυγχάνειν λιμένος. ἥτις δ᾽ ἂν ἤδη διὰ μυρίων γενέσεων ἠγωνισμένη μακροὺς ἀγῶνας εὖ καὶ προθύμως ψυχή, τῆς περιόδου συμπεραινομένης κινδυνεύουσα καὶ φιλοτιμουμένη περὶ τὴν ἑκβασιν ἱδρῶτι πολλῷ ἄνω προσφέρηται, 18 ταύτῃ τὸν οἰκεῖον οὐ νεμεσᾷ δαίμονα βοηθεῖν θεὸς ἀλλ᾽ ἀφίησι τῷ προθυμουμένῳ προθυμεῖται δ᾽ ἄλλος ἄλλην ἀνασῴζειν ἐγκελευόμενος: δὲ συνακούει διὰ τὸ πλησιάζειν καὶ σῴζεται μὴ πειθομένη δέ, ἀπολιπόντος τοῦ δαίμονος, οὐκ εὐτυχῶς ἀπαλλάσσει.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: