previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ταῦτα τἀδελφοῦ 1 διελθόντος, 2 Σιμμίας δὶς τρὶς ἐπινεύσας τῇ κεφαλῇ μέγας ‘’ ἔφη μέγαςἀνήρ ἐστιν Ἐπαμεινώνδας τούτου δ᾽ αἴτιος οὑτοσὶ [p. 514] Πολύμνις, ἐξ ἀρχῆς 3 τὴν ἀρίστην τροφὴν ἐν φιλοσοφίᾳ τοῖς παισὶ παρασκευασάμενος. ἀλλὰ περὶ μὲν τούτων αὐτοὶ διαλύεσθε 4 πρὸς αὑτούς 5, ξένε: τὸν δὲ Λῦσιν ἡμῖν, εἰ θέμις ἀκοῦσαι, πότερον ἄρα κινεῖς ἐκ τοῦ τάφου καὶ μετοικίζεις εἰς Ἰταλίαν καταμένειν ἐνταῦθα παρ᾽ ἡμῖν ἐάσεις εὐμενέσι καὶ φίλοις, ὅταν ἐκεῖ γενώμεθα, συνοίκοις χρησόμενον;’ καὶ Θεάνωρ ἐπιμειδιάσαςἔοικενἔφηΛῦσις, Σιμμία, φιλοχωρεῖν, οὐδενὸς τῶν καλῶν ἐνδεὴς γεγονὼς δι᾽ Ἐπαμεινώνδαν. ἔστι γάρ τι γιγνόμενον 6 ἰδίᾳ περὶ τὰς ταφὰς τῶν Πυθαγορικῶν ὅσιον, οὗ μὴ τυχόντες οὐ δοκοῦμεν ἀπέχειν τὸ μακαριστὸν καὶ οἰκεῖον τέλος. ὡς οὖν ἔγνωμεν ἐκ τῶν ὀνείρων τὴν Λύσιδος τελευτὴν διαγιγνώσκομεν δὲ σημείῳ τινὶ φαινομένῳ κατὰ τοὺς ὕπνους, εἴτε τεθνηκότος εἴτε ζῶντος εἴδωλὸν ἐστιν̓, ἔννοια πολλοῖς ἐπεισῆλθεν, ὡς ἐπὶ ξένης Λῦσις ἄλλως κεκήδευται καὶ κινητέος ἐστὶν ἡμῖν ὅπως ἐκεῖ 7 μεταλάχῃ τῶν νομιζομένων. τοιαύτῃ δὲ διανοίᾳ παραγενόμενος καὶ πρὸς τὸν τάφον εὐθὺς ὑπὸ τῶν ἐγχωρίων ὁδηγηθείς, ἑσπέρας ἤδη χοὰς ἐχεόμην ἀνακαλούμενος τὴν Λύσιδος ψυχὴν κατελθεῖν 8 ἀποθεσπίσουσαν ὡς χρὴ ταῦτα πράσσειν. προϊούσης δὲ τῆς νυκτός, εἶδον μὲν οὐδὲν ἀκοῦσαι δὲ φωνῆς ἔδοξα τὰ ἀκίνητα 9 μὴ κινεῖν: ὁσίως γὰρ ὑπὸ τῶν φίλων κεκηδεῦσθαι τὸ Λύσιδος σῶμα, τὴν [p. 515] δὲ ψυχὴν ἤδη κεκριμένην ἀφεῖσθαι πρὸς ἄλλην γένεσιν, ἄλλῳ δαίμονι συλλαχοῦσαν. καὶ μέντοι καὶ συμβαλὼν ἕωθεν Ἐπαμεινώνδᾳ καὶ τὸν τρόπον ἀκούσας θάψειε Λῦσιν, ἐπέγνων ὅτι καλῶς ἄχρι τῶν ἀπορρήτων πεπαιδευμένος ὑπ᾽ ἐκείνου τἀνδρὸς εἴη καὶ χρῷτο ταὐτῷ δαίμονι πρὸς τὸν βίον, εἰ μὴ κακὸς ἐγὼ τεκμήρασθαι τῷ πλῷ τὸν κυβερνήτην. εὐρεῖαι μὲν γὰρ ἀτραποὶ βίων, ὀλίγαι 10 δ᾽ ἃς δαίμονες ἀνθρώπους ἄγουσιν μὲν οὖν Θεάνωρ ταῦτ᾽ εἰπὼν τῷ Ἐπαμεινώνδᾳ προσέβλεψεν, οἷον ἐξ ὑπαρχῆς ἀναθεώμενος 11 αὐτοῦ τὴν φύσιν καὶ 12 τὸ εἶδος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: